340
ἀσθενὲς τὸ σπειρόμενον καὶ μὴ γινῶσκον ποῦ σπείρεται; πῶς οὐκ ἄτιμον τὸ ἐν μνήματι βαλλόμενον καὶ κόνιν ἐπαμώμενον, λακιζόμενόν τε καὶ θρυπτόμενον καὶ ἀναισθητοῦν; πῶς οὐκ ἔντιμον τὸ ἐγειρόμενον καὶ εἰς αἰῶνα διαμένον καὶ ἐν ἐλπίδι τῆς τοῦ θεοῦ φιλανθρωπίας ἐν οὐρανῷ βασιλείαν κτώμενον, ὅπου λάμψουσιν «οἱ δίκαιοι ὡς ὁ ἥλιος», ὅπου ἔσονται «ἰσάγγελοι», ὅπου μετὰ τοῦ νυμφίου χορεύσουσιν, ὅπου οἱ περὶ Πέτρον «καθέζονται ἐπὶ δώδεκα θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ», ὅπου λήψονται οἱ δίκαιοι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν 2.515 ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»; ἡμῶν τοίνυν ἡ ἀνάστασις ἐν θεῷ καὶ παντὸς ἀνθρώπου, δικαίου τε καὶ ἀδίκου, ἀπίστου τε καὶ πιστοῦ, τῶν μὲν ἐγειρομένων εἰς ζωὴν αἰώνιον, τῶν δὲ εἰς κρίσιν αἰώνιον. 70. Καὶ σιώπα Βαβυλών, ἡ ἀρχαία πάλιν ἡμῖν ἀνακαινιζομένη σύγχυσις· πεφίμωσο Σόδομα καὶ ἡ τῆς πολλῆς σου δεινότητος πρὸς θεὸν κραυγὴ ἀνερχομένη· «ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ» καὶ «σαλπίσει, καὶ οἱ νεκροὶ ἀναστήσονται» καὶ «ἡμεῖς ἁρπαγησόμεθα εἰς συνάντησιν αὐτῷ εἰς ἀέρα»· ὡς καὶ ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακάριος εἶπε Μεθόδιος, τοῖς δὲ αὐτοῖς καὶ αὐτοὶ ἐποικοδομοῦντες προσεθήκαμεν. ἀπὸ γὰρ τῶν συνεζευγμένων ἑκάστης λέξεως ἔστιν ἰδεῖν τὰ ἐπίχειρα. διαιρῶν γὰρ ὁ ἅγιος ἀπόστολος τῶν δύο τρόπων τὸ εἶδος εἰς μίαν ἐλπίδα συνήγαγεν ἀπὸ τοῦ «ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς συνάντησιν αὐτοῦ», ἵνα δείξῃ ὄντως τοῦτο τὸ σῶμα καὶ οὐχ ἕτερον παρὰ τοῦτο ἀνιστάμενον· ὁ γὰρ ἁρπαγεὶς οὔπω τέθνηκε. δεικνὺς δὲ ὅτι «οὐ φθάσομεν τὴν τῶν νεκρῶν ἀνάστασιν», ἵνα τὸ παρὰ ἀνθρώποις ἄπορον θεῷ εὐπόριστον καὶ δυνατὸν ἀποδείξῃ «ἡμεῖς γὰρ οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κεκοιμημένους καὶ τὴν αὐτῶν ἀνάστασιν», ἔδειξε τοὺς ζῶντας καὶ ἁρπαζομένους, ἵνα ἀπὸ τῶν ζώντων δείξῃ τὰ ἐκείνων σώματα ὁλοσχερῆ ἐγειρόμενα καὶ ἀπὸ τοῦ ἐκείνους πρωτεύειν τῶν περιλειπομένων ζώντων τὸ δυνατὸν τοῦ θεοῦ ἀποδείξῃ. «Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις», φησὶν ὁ προφήτης. ἵνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ τοῦ προφήτου ἐν τῷ ἰδίῳ ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρασιωπήσω, καὶ αὐτὰ ἐνταῦθα παραθήσομαι. αἰνιγματωδῶς γὰρ 2.516 διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως ᾗ κοινωνεῖ ψυχὴ καὶ σῶμα, ὅτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν ἐστρατευμένους, παγανὸν δὲ οὐκ εἶχεν ἀλλ' ἢ μόνον δύο, ἕνα χωλὸν καὶ ἕνα τυφλόν, καὶ ἕκαστος αὐτῶν κατ' ἰδίαν ἐκαθέζετο καὶ κατ' ἰδίαν ᾤκει. γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ τοῦ τυφλοῦ· οἱ δὲ ἠγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβουλὴν ἐργάσασθαι τῷ βασιλεῖ ἐπενόουν. παράδεισον δὲ εἶχεν ὁ βασιλεύς, καὶ ἀπὸ μήκοθεν ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων «πόσον ἦν ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν». ὁ δὲ ἕτερος ἠρώτα «ποίῳ τρόπῳ»; ὁ δὲ εἶπεν «ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ παραδείσου». ὁ δὲ εἶπεν «καὶ πῶς δύναμαι, χωλὸς ὢν καὶ μὴ δυνάμενος ἐπισαίνειν»; ὁ δὲ τυφλὸς ἔφη «αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχομαι; ἀλλὰ τεχνασώμεθα». τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν «κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με». ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὅτε ἔφθασε λέγει «δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί, ἄνωθεν ὁδηγῶν σε δεξιὰ καὶ εὐώνυμα». τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὅμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ. καταλύσαντες δὲ ἐκ τῶν γάμων οἱ εὐφρανθέντες καταβάντες εἰς τὸν παράδεισον