341
ἐξεπλάγησαν τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν τῷ βασιλεῖ, λέγοντες «ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοίνυν ἴχνη παγανῶν ἐν τῷ παραδείσῳ»; ὁ δὲ ἐθαύμασε, καὶ ὡς μὲν ἡ παραβολὴ δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ἄνθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ τὸν τυφλὸν καὶ ἠρώτησε τὸν τυφλόν «μὴ σὺ κατῆλθες εἰς τὸν παράδεισον»; ὁ δὲ ἔφη «οἴμοι, κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὅτι 2.517 οὐχ ὁρῶ ποῦ βαδίζω». εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα «σὺ κατῆλθες εἰς τὸν παράδεισόν μου»; ὁ δὲ ἀποκριθεὶς εἶπεν «ὦ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς ἀδυναμίας βούλει». καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὖν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος; ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνήσασθαι. ἑκάτεροι ἀλλήλους ἐλέγχουσιν, ὁ μὲν χωλὸς λέγων τῷ τυφλῷ «οὐ σύ με ἐβάστασας καὶ ἀπήνεγκας»; καὶ ὁ τυφλὸς τῷ χωλῷ «οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας»; οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων τῶν γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων. Καὶ ὁρᾶτε οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο, ὡς καὶ ὁ ἅγιος προφήτης ∆αυὶδ λέγει «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν». πᾶς γὰρ ὁ ἑαυτῷ συνάγων τὸν πόνον τῶν ἀλλοτρίων διανοημάτων ἑαυτῷ τίκτει τὴν ἀδικίαν καὶ τοῖς πειθομένοις· «λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο». ἀλλὰ πρὸς ταῦτα πάντα εἴ τις ἔχει ἀντιλέγειν, ἡκέτω· εἴ τις θέλει θεῷ ἀντιπράττειν, τολμάτω. θεὸς γὰρ ἰσχυρὸς «οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», ἐν ᾗ τὰ λελυμένα σώματα ἐγείρει, ἐν ᾗ τὸ ἀπολλύμενον σῴζει, ἐν ᾗ τὸ τεθνηκὸς ζωογονεῖ, ἐν ᾗ τὸ φθαρτὸν ἀφθαρσίαν ἀμφιέννυσιν, ἐν ᾗ τὸν κόκκον τὸν πεσόντα εἰς ἀνάστασιν φέρει, ἐν ᾗ τὸν σπαρέντα καὶ ἀποθανόντα εἰς περισσοτέραν φαιδρότητα ἄγει ἀνακαινίζων· ὡς ἐν πολλαῖς γραφαῖς ἐμφέρεται, αἰνιττομένης τῆς ἡμῶν ἀναστάσεως. 71. Ἐν δὲ τῷ τοῦ ∆αυὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου ∆αυὶδ ψαλμῷ ὡς καραδοκῶν ὁ προφήτης καὶ πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον εὐλόγως περὶ ἀναστάσεως ἔφη· «ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με, ἀνακαινίζων μου τὸν οἶκον», τουτέστιν τὸ σῶμα τὸ πεσόν, 2.518 «καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ». καὶ ὁ Σολομῶν ἐν παροιμίαις ὡσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρασκευάζων προὔτρεπε φάσκων «ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου» ἔξοδον λέγων τὴν ἀπ' ἐντεῦθεν ἀπαλλαγήν «καὶ ἑτοιμάζου» φησίν «εἰς τὸν ἀγρόν», ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος τοῖς κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἷς οὐδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη· πόθεν γὰρ λινουργοῖς καὶ ἀργυροχόοις, ποιηταῖς τε καὶ λογογράφοις ἡ κατὰ τὴν ἄρουραν ἑτοιμασία; συλλήβδην γὰρ ὁμοῦ ἡ φωνὴ ἀδιακρίτως τοὺς πάντας κέκληκεν ἐπειποῦσα «ἑτοιμάζου εἰς τὸν ἀγρόν», τί ἀλλ' ἢ τοῦτο αἰνιττομένη, ὅτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπόθεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος; εἶτα μετέπειτα τὴν αὐτὴν τῆς ἀναστάσεως σημαίνων ἐλπίδα φάσκει «καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου». οὐκ εἶπεν «οἰκοδομήσεις τὸν οἶκον»· ἅπαξ γὰρ ᾠκοδομήθη ἐν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὅτε αἱ μητέρες ἐκύϊσκον ἕκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ δὲ τῆς γῆς ἡ ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οἰκοδομουμένῃ ἀλλὰ ἀνοικοδομουμένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώματι· ὡς καὶ ὁ σωτὴρ ἔφη «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω