343
οὗτοι γὰρ ἦσαν οἱ δέσμιοι τῆς παρεμβολῆς, οἱ ἐν Ἅιδῃ πεπεδημένοι· καί φησιν «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις», ἵνα εἴπῃ τὰ σώματα τῶν ἀναστάντων, καὶ οὐκ εἶπεν· τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας. ὀφθέντες γὰρ ἐν τῇ πόλει πολλοῖς οἱ πρόσφατον τελευτήσαντες μετὰ τῶν παλαιοτάτων-νομίζω γὰρ ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο τὴν ἀνάστασιν ποιεῖσθαι, οἱ δὲ πρόσφατοι * τῶν αὐτῶν σωμάτων, * τεθαμμένους αὐτοὺς ἐν τῷ Γολγοθᾷ τόπῳ ἐπ' αὐτὸν * σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός», ὁ ἐπάνω σου ἐσταυρωμένος, -καὶ ἄλλων μετ' αὐτῶν ἐκ τῶν ἰδίων αὐτοὺς ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς ὁρῶντας. εἰ γάρ τις συνέτυχε πατὴρ τέκνῳ ἀναστάντι ἢ ἀδελφὸς ἀδελφῷ ἢ συγγενὴς συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ ἐκ τοῦ θαύματος ἐρωτῶντες· οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ταφεὶς ὑφ' ἡμῶν; πῶς ἀνέστης καὶ ἦλθες; ἀντερωτώμενοι δὲ ὑπὸ τοῦ ἀναστάντος πάλιν ὅτι· τί ἐπράχθη ἐνταῦθα πρὸ τριῶν ἡμερῶν παρ' ὑμῖν, ὅτε ἡ γῆ ἐκλονεῖτο, καὶ λέγοντες ὅτι πλάνον τινὰ ἀπατῶντα τὸν λαὸν Ἰησοῦν ὀνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ ἐπαύσατο ἡ πλάνη, ἐκείνου δὲ λοιπὸν ὁμολογοῦντος τὴν χάριν τοῦ κυρίου καὶ τὴν ἀλήθειαν καὶ λέγοντος «οὐαὶ ὑμῖν ὅτι τὸν ἀρχηγὸν τοῦ κόσμου τῆς σωτηρίας ἠρνήσασθε καὶ ἐσταυρώσατε· ἐκεῖνος γὰρ ἤγειρεν ἡμᾶς ἐν τῇ αὐτοῦ ἰσχυρᾷ δυνάμει τῆς θεότητος καὶ ἐνανθρωπήσεως», ἐκεῖ λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». ἀκούοντες γὰρ παρὰ τῶν ἐγηγερμένων ὅτι διὰ τοῦ κυρίου Ἰησοῦ ἀνέστησαν παρεπικραίνοντο, ἕως θανάτου ἐπιχειρήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνήσασθαί τε καὶ 2.522 σταυρῶσαι. τάχα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν θεασαμένων τοὺς ἐγηγερμένους εἰργάσατο ὁ φιλάνθρωπος κύριος. νομίζομεν γὰρ ὅτι θεασάμενοι τοὺς ἐγηγερμένους καὶ κατανυγέντες ὠφελήθησάν τε καὶ ἐπίστευσαν πολλοί. διὸ καὶ ὑμεῖς, Ὠριγενιασταί, πείσθητε καὶ πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ. 72. Ἀλλὰ ἀρκέσει μοι ταῦτα πρὸς τὸν ἐθελόσοφον Ὠριγένην, τὸν ματαίως ἑαυτῷ ἐπιθέμενον ὄνομα Ἀδαμαντίου καὶ πρὸς τὴν αὐτοῦ ἀτοπίαν κατὰ τῆς ἀληθείας ἐν πολλοῖς μέρεσι τῆς πίστεως κακῶς ἐπινενοημένον ὀλεθρίαν διδασκαλίαν. παρελθὼν δὲ καὶ τούτου τὴν αἵρεσιν καθεξῆς τὰς ἄλλας διασκέψομαι, ἐπιπόθητοι, θεὸν συνήθως ἐπικαλούμενος ἀρωγὸν τῆς ἡμῶν ἰδιωτείας, πρὸς τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς πᾶσαν κατὰ τῆς ἀληθείας ἐπεγειρομένην φωνὴν μάταιον καὶ ἡττῆσαι κατὰ τὰ ὑπὸ τοῦ ἁγίου Ἠσαΐου ῥηθέντα ὅτι «πᾶσα φωνὴ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοι ἔσονται ἐν αὐτῇ», ἵν' οὕτως ἐν θεῷ τὸ ἐπάγγελμα περαιωσάμενοι τοῖς βουλομένοις νουνεχῶς ἐντυγχάνειν εἰς γυμνάσιον ἀληθείας καὶ φάρμακον ἰάσεως περὶ ἑκάστου θηρὸς καὶ ἰοβόλου ἑρπετοῦ, τῶν προσώπων τῶν αἱρέσεών φημι, δίκην ἀντιδότου καὶ ταυτησὶ τῆς τῶν Ὠριγενιαστῶν, φρύνου δίκην μεμορφωμένης ἐκ νοτίδος πολλῆς κυκῶντος καὶ φωνῇ μείζονι ἐπικραυγάζοντος, λαβόμενοι τὴν τοῦ κυρίου ἀνάστασιν προπότιον ὡς εἰπεῖν, ἀποβλύσωμεν τὸ γλισχρῶδες 2.523 τοῦ ἰοῦ τοῦ φρύνου καὶ ἑρπετώδους μοχθηροῦ τὴν ἀδικίαν. συμβέβηκε γὰρ αὐτῷ καὶ τοῦτο μετὰ πάντων τῶν πειθομένων αὐτῷ πάσχειν, δι' ὃ καὶ στενάζω ὑπὲρ αὐτοῦ, ὅτι οἴμοι πῶς ἐβλάβης, πόσους δὲ ἄλλους ἔβλαψας, ὡς ὑπὸ δεινῆς ἐχίδνης δηχθείς, ὑπὸ τῆς κοσμικῆς προπαιδείας φημί, καὶ ἄλλοις δηλητήριον γέγονας. Φασὶ γὰρ οἱ φυσιολόγοι τὸν μυωξὸν ἐμφωλεύειν καὶ τὰ γεννήματα αὐτοῦ ἐπὶ τὸ αὐτὸ πολλὰ τίκτειν, ἕως πέντε καὶ ἔτι, τὰς δὲ ἐχίδνας τούτους θηρᾶσθαι. καὶ ἐὰν εὕρῃ ὅλον τὸν φωλεὸν ἡ ἔχιδνα, μὴ δυναμένη τοὺς ὅλους καταφαγεῖν, ὑπὸ ἓν ἐσθίει εἰς κόρον ἕνα ἢ δύο, τῶν δὲ λοιπῶν κατακεντήσασα τοὺς