344
ὀφθαλμοὺς σιτία φέρει καὶ ἀνατρέφει τυφλὰ γεγονότα, ἕως ὅτε βούλεται ἕκαστον αὐτῶν προφέρειν καὶ τοῦτον ἐσθίειν. ἐὰν δὲ συμβῇ τινὰς ἀπείρους περιτυχεῖν τοῖς τοιούτοις καὶ λάβωσιν αὐτὰ εἰς ἐδωδήν, δηλητήριον ἑαυτοῖς λαμβάνουσιν τὰ ἀπὸ τοῦ ἰοῦ τῆς ἐχίδνης ἀνατεθραμμένα. οὕτω καὶ σύ, ὦ Ὠρίγενες, ἀπὸ τῆς προειρημένης Ἑλληνικῆς παιδείας τυφλωθεὶς τὸν νοῦν ἐξήμεσας ἰὸν τοῖς πεισθεῖσί σοι καὶ γέγονας αὐτοῖς εἰς βρῶμα δηλητηρίου, δι' ὧν αὐτὸς ἠδίκησαι ἀδικήσας τοὺς πλείους. 3.2 Κατὰ Παύλου τοῦ Σαμοσατέως ˉμˉε, τῆς δὲ ἀκολουθίας ˉξˉε. 1. Παῦλος ὁ Σαμοσατεὺς καλούμενος τούτους διαδέχεται, γεγονὼς μετὰ Ναυᾶτον καὶ Ὠριγένην, τὸν λοιπὸν ἐν αἱρέσει ἀριθμούμενον, δι' ἣν ἠθέλησεν ὑψαυχενίαν ἑαυτῷ ἐπισπάσασθαι καὶ ἐπαρθῆναι κατὰ τῆς ἀληθείας διὰ τῆς κομπώδους αὐτοῦ φλυαρίας καὶ ἐκ διαβόλου ἐπισεσεισμένης ἐννοίας, ὃν πενθεῖν δεῖ ὡς ἀληθῶς «φθόνῳ διαβόλου» ἐξοκείλαντα καὶ ἀπὸ ὕψους παραπεπτωκότα· ἐπ' αὐτῷ γὰρ πληροῦται τὸ εἰρημένον «βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον». 3.3 Οὗτος δὴ οὖν ὁ ἡμῖν εἰς διήγησιν ἐπιμνημονευόμενος Παῦλος ὁ Σαμοσατεύς, οὗ τοῦ ὀνόματος ἐν ἀρχῇ ἐμνήσθημεν καὶ τῆς αἱρέσεως αὐτοῦ νῦν ποιούμεθα τὴν διήγησιν, ἀπὸ Σαμοσάτων ἦν, τῆς ἐπὶ τὰ μέρη τῆς Μεσοποταμίας καὶ Εὐφράτου· ὃς ἐν τούτῳ τῷ χρόνῳ ἐν ἡμέραις Αὐρηλιανοῦ καὶ Πρόβου τῶν βασιλέων ἐπὶ τῆς Ἀντιοχέων καθίσταται ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ἀρθεὶς δὲ τῇ διανοίᾳ ἐξέπεσε τῆς ἀληθείας καὶ ἀνεκαίνισε τὴν αἵρεσιν τοῦ Ἀρτέμωνος, τοῦ ποτε ὄντος ἐν ἀρχῇ πρὸ ἐτῶν πολλῶν καὶ ἐσβεσμένου. Φάσκει δὲ οὗτος θεὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἕνα θεόν, ἐν θεῷ δὲ ἀεὶ ὄντα τὸν αὐτοῦ Λόγον καὶ τὸ πνεῦμα αὐτοῦ, ὥσπερ ἐν ἀνθρώπου καρδίᾳ ὁ ἴδιος λόγος. μὴ εἶναι δὲ τὸν υἱὸν τοῦ θεοῦ ἐνυπόστατον, ἀλλὰ ἐν αὐτῷ τῷ θεῷ, ὥσπερ ἀμέλει καὶ ὁ Σαβέλλιος καὶ ὁ Ναυᾶτος καὶ ὁ Νόητος καὶ ἄλλοι· οὐκ ἴσως δὲ ἐκείνοις οὗτος, ἀλλὰ ἄλλως 3.4 παρ' ἐκείνους. ἐλθόντα δὲ τὸν λόγον καὶ ἐνοικήσαντα ἐν Ἰησοῦ ἀνθρώπῳ ὄντι. * καὶ οὕτως, φησίν, εἷς ἐστιν ὁ θεός, καὶ οὐχὶ πατὴρ ὁ πατὴρ καὶ υἱὸς ὁ υἱὸς καὶ ἅγιον πνεῦμα τὸ ἅγιον πνεῦμα, ἀλλὰ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ ἐν αὐτῷ, ὡς λόγος ἐν ἀνθρώπῳ· δῆθεν ἀπὸ τῶν μαρτυριῶν τούτων ἑαυτοῦ τὴν αἵρεσιν προβαλλόμενος, ἀπὸ τοῦ εἰρηκέναι τὸν Μωυσέα «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν». οὐ φάσκει δὲ οὗτος κατὰ τὸν Νόητον τὸν πατέρα πεπονθέναι, ἀλλά φησιν· ἐλθὼν ὁ Λόγος ἐνήργησε μόνον καὶ ἀνῆλθε πρὸς τὸν πατέρα. καὶ πολλὴ παρὰ τούτῳ ἡ ἀτοπία. 2. Ἴδωμεν δὲ εἰ οἱ λόγοι αὐτοῦ συσταθήσονται τοῦ ἠπατημένου. φάσκει γὰρ ὅτι εἶπεν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ αὐτοὶ δέ φαμεν ἐκ πατρὸς θεὸν Λόγον καὶ μετ' αὐτοῦ ἀεὶ ὄντα ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ' οὐχὶ τὸν πατέρα λέγομεν ἄνευ Λόγου ἐνυποστάτου. ἀλλ' ὁ λόγος τοῦ πατρός, ὁ μονογενὴς υἱὸς θεὸς λόγος, ὥς φησι «πᾶς ὁ ὁμολογῶν ἐν ἐμοὶ ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου»· τῷ δὲ «ἐν ἐμοὶ ἔμπροσθεν τοῦ πατρός μου», ἔδειξε φύσει ἐνυπόστατον τὸν πατέρα *. οὗτοι δὲ τὸν Ἰουδαϊσμὸν παρεισφέροντες, οὐδὲν περισσότερον τῶν Ἰουδαίων κεκτημένοι, δεύτεροι Ἰουδαῖοι κληθήσονται καὶ Σαμο3.5 σατῖται, μηδὲν ἕτερον ὄντες ἢ τῷ ὀνόματι μόνον οἰήσει προϊσχόμενοι. τὸν γὰρ ἐκ θεοῦ θεόν, υἱὸν μονογενῆ καὶ Λόγον, ἀρνούμενοι ἐκεῖνοί εἰσιν ὁποῖοι καὶ οἱ αὐτὸν ἐν τῇ παρουσίᾳ ἀρνησάμενοι, θεοκτόνοι τε καὶ κυριοκτόνοι καὶ ἐπαρνησίθεοι γεγονότες. τἀληθῆ δέ, ὅτι οὔτε περιτομὴν ἔχουσιν οὔτε σάββατον φυλάσσουσι, τὰ δὲ ἄλλα πάντα καθάπερ Ἰουδαῖοι *. 3. Καὶ γὰρ τῷ ὄντι καὶ αὐτοὶ οὐ δύο φαμὲν εἶναι θεοὺς οὐδὲ θεότητας, ἀλλὰ μίαν θεότητα· ἐπειδὴ γὰρ οὔτε δύο λέγομεν πατέρας οὔτε δύο υἱοὺς οὔτε δύο πνεύματα ἅγια, ἀλλὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μίαν θεότητα, * μίαν δοξολογίαν. οὗτος δὲ οὐ λέγει μόνον θεὸν διὰ τὸ