345
πηγὴν εἶναι τὸν πατέρα, ἀλλὰ μόνον θεὸν αὐτὸν λέγων ἀναιρεῖ ὅσον τὸ κατ' αὐτὸν τὴν τοῦ υἱοῦ θεότητα καὶ ὑπόστασιν καὶ τοῦ ἁγίου πνεύματος· ἔχων δὲ αὐτὸν τὸν πατέρα ἕνα θεὸν * ἄγονον υἱοῦ, ὡς εἶναι τὰ δύο ἀτελῆ, πατέρα καὶ υἱὸν, τὸν μὲν πατέρα ἄγονον υἱοῦ καὶ ἄκαρπον τὸν Λόγον θεοῦ ζῶντος καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐν καρδίᾳ εἶναι νομίζουσι καὶ σοφίαν, οἵαν ἐν ψυχῇ ἀνθρώπου ἕκαστος ἔχει τὴν ἐκ θεοῦ φρόνησιν ἐκ θεοῦ κεκτημένος. διὰ τοῦτο πρόσωπον ἓν τὸν θεὸν ἅμα τῷ λόγῳ φασίν, ὡς ἄνθρωπον ἕνα καὶ τὸν αὐτοῦ λόγον, οὐδὲν πλέον τῶν Ἰουδαίων ὡς ἔφην δοξάζοντες, τυφλώττοντες ἀπὸ τῆς ἀληθείας καὶ κεκωφωμένοι ἀπὸ τοῦ θείου λόγου καὶ κηρύγματος τῆς ζωῆς τῆς αἰωνίου. οὔτε γὰρ αἰδοῦνται τὸν ἀληθῆ τοῦ εὐαγγελίου λόγον τὸν λέγοντα «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν». εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, τὸ εἶναι αὐτοῦ οὐ κατὰ τὴν προφορὰν μόνον ἐστίν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν. καὶ εἰ ὁ λόγος ἦν πρὸς τὸν θεόν, οὐχ ὁ Λόγος ἐστὶ πρὸς ὃν ἦν· οὐδὲ γὰρ ὁ πρὸς ὃν ἦν ἔστι λόγος. εἰ γὰρ ἐν καρδίᾳ λόγον θεὸς ἔχει, * καὶ οὐ γεγεννημένον, πῶς πληροῦται τὸ ἦν καὶ ὅτι θεὸς ἦν ὁ Λόγος; οὐ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος ἄνθρωπος πρὸς τὸν ἄνθρωπον· οὔτε γὰρ ζῇ οὔτε ὑπέστη, 3.6 καρδίας δὲ ζώσης καὶ ὑφεστώσης κίνημά ἐστι μόνον καὶ οὐχ ὑπόστασις. λέγεται γὰρ ἅμα καὶ παραχρῆμα οὐκέτι ἐστίν, ἀλλὰ λαλούμενος * διαμένει. τοῦ δὲ θεοῦ ὁ Λόγος *, ὥς φησι τὸ ἅγιον πνεῦμα ἐν στόματι τοῦ προφήτου «ὁ λόγος σου εἰς τὸν αἰῶνα διαμένει». συμφώνως δὲ τούτῳ ὁ εὐαγγελιστὴς λέγει, θεὸν ὁμολογῶν φανερωθέντα καὶ παραγενόμενον, οὐ συμπαραλαμβάνων τῇ τοῦ λόγου σαρκώσει τὸν πατέρα· «ὁ Λόγος» γάρ φησι «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ οὐκ εἶπεν, ὁ Λόγος καὶ ὁ πατὴρ σὰρξ ἐγένετο· καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ λόγος. 4. Καὶ ἵνα μή τινες νομίσωσι, κακοβούλως τὰ φωτεινὰ καὶ ζωτικὰ ῥήματα μεταβάλλοντες εἰς κακίαν ἑαυτῶν καὶ εἰς βλάβην ἄλλως γὰρ καὶ ἄλλως «ἔγκειται ἡ καρδία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος» καὶ ἄρξωνται λέγειν· «οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ Λόγος, ἀλλὰ ὡς καὶ σὺ φῄς, πρὸς θεὸν ἦν ὁ Λόγος· ἄρα γοῦν οὐκ ἔστιν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ὁ Λόγος, ἀλλὰ ἐκτὸς θεοῦ ὁ Λόγος», πάλιν ἐπιστρέφει διορθουμένη τοὺς ἑαυτῆς υἱοὺς ἡ ἀλήθεια. ἐξελέγχουσα τὰς διανοίας τὰς κατ' αὐτῆς πορνευούσας, καί φησιν αὐτὸς ὁ μονογενὴς «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ πάλιν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». ὁ δὲ ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ λαλῶν, οὐχ ὡς σωματικοὺς ἔχων ὄγκους, νοηματικοὺς δὲ παρέχων λόγους, ὑποκαταβαίνων τὴν ἀσθένειαν τῆς ἀνθρωπότητος εἰς αἴσθησιν παραστάσεως διὰ τῶν ἐν ἡμῖν γινομένων ποιούμενος τὴν παράστασιν τοῦ υἱοῦ, ὅτι ἐξ αὐτοῦ ἀληθῶς γεγέννηται, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐκ ἔξωθεν ὤν, ἀλλὰ ἐκ τῆς αὐτοῦ οὐσίας, φάσκει ἐν τῷ ∆αυὶδ λέγων «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς οἱ ἑβδομήκοντα ἡρμήνευσαν· ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μέν· ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου, Σύμμαχος δέ· ὡς κατ' ὄρθρον δρόσου ἡ νεότης σου, Θεοδοτίων δέ· ἐκ μήτρας ἀπὸ πρωῒ νεότητός σου, πέμπτη δὲ ἔκδοσις· ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος ἐν νεότητί σου, ἡ δὲ ἕκτη ἔκδοσις· ἐκ γαστρὸς ζητήσουσί σε, δρόσος νεανικότητός σου, ἐν δὲ τῷ Ἑβραϊκῷ· μηρὲμ μεσσαὰρ λακτὰλ ἰελεδεχέθ, ὅπερ ἐστὶ σαφῶς καὶ ἀναμφιβόλως· 3.7 ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. τὸ γὰρ μηρὲμ ἐκ γαστρός ἐστι, μεσσαὰρ δὲ τὸ ὀρθριαίτερον πάντων, ὅπερ ἐστὶ πρὸ ἑωσφόρου, λακτάλ, καὶ πρὸ τῆς δρόσου, ἰελεδεχὲθ παιδίον, τουτέστι τὸ ἐγέννησά σε. ὅπως ἐκ τοῦ λόγου γνῴης ὅτι ὁ ἐνυπόστατος θεὸς λόγος ἐκ πατρὸς φύσει ἐστὶ γεγεννημένος, ἀνάρχως καὶ