346
ἀχρόνως πρὸ τοῦ τι εἶναι. οὐ γὰρ τὸν ἑωσφόρον μόνον ἔλεγε τὸν ἀστέρα, καίτοι γε πολλῶν ὄντων τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ἐν τῇ τετάρτῃ ἡμέρᾳ γενομένων, προγενομένων δὲ θαλάσσης καὶ ξύλων καὶ καρπῶν, στερεώματός τε γῆς καὶ οὐρανοῦ, καὶ ἀγγέλων ἅμα σὺν τούτοις γεγονότων· εἰ μὴ γὰρ ἅμα οὐρανῷ καὶ γῇ καὶ ἄγγελοι ἐκτίσθησαν, οὐκ ἂν ἔλεγε τῷ Ἰὼβ ὅτι «ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου φωνῇ». τὸ οὖν πρὸ ἑωσφόρου *, ἵνα εἴπῃ πρὸ τοῦ εἶναί τι καὶ κτισθῆναι. ἦν γὰρ ἀεὶ ὁ Λόγος σὺν πατρί· «δι' αὐτοῦ γὰρ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» 5. Λέξειε δ' ἄν τις· «ἔδειξας εἶναι πρὸ ἄστρων τοὺς ἀγγέλους, ἅμα δὲ οὐρανῷ καὶ γῇ τούτους ἔφης γεγονέναι. πόθεν πεποίησαι τὴν ἀπόδειξιν, λέγε ἡμῖν· οὐχὶ ἄρα πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντως γεγόνασιν; οὐδαμοῦ γὰρ τηλαυγῶς σημαίνει τὸν χρόνον τῆς τῶν ἀγγέλων ποιήσεως. καὶ ὅτι μὲν καλῶς αὐτοὺς ἔδειξας εἶναι πρὸ ἄστρων εὔδηλον· εἰ μὴ γὰρ ἦσαν, πῶς ὕμνουν θεὸν ἐπὶ τῇ τῶν ἄστρων ποιήσει;» ἡμεῖς δὲ ἑκάστην ζητήματος εὕρεσιν οὐκ ἀπὸ ἰδίων λογισμῶν δυνάμεθα λέγειν, ἀλλὰ ἀπὸ τῆς τῶν γραφῶν ἀκολουθίας. τηλαυγῶς γὰρ σημαίνει ὁ τοῦ θεοῦ λόγος ὅτι οὔτε μετὰ τὰ ἄστρα γεγόνασιν ἄγγελοι οὔτε πρὸ οὐρανοῦ καὶ γῆς, σαφῶς ἀμεταθέτου ὄντος τοῦ ῥητοῦ, τοῦ ὅτι πρὸ οὐρανοῦ καὶ γῆς οὐδὲν ἦν τῶν ἐκτισμένων, ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ὡς ἀρχῆς οὔσης τῆς κτίσεως καὶ οὐδενὸς πρὸ αὐτῆς τῶν κεκτισμένων ὑπάρχοντος. Οὐ δύναται οὖν, ὡς προεῖπον, ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος καλεῖσθαι, ἀλλὰ λόγος ἀνθρώπου. εἰ δὲ ὁ Λόγος τοῦ θεοῦ θεός ἐστιν, οὐκ ἔστιν ἀνυπόστατος λόγος, ἀλλὰ ἐνυπόστατος θεὸς Λόγος, ἐκ τοῦ θεοῦ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέ3.8 κραγε λέγων· «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» «οὗτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω». ὁρᾷς μονογενῆ Λόγον; ὁρᾷς ἐν κόσμῳ παραγενόμενον ἐν ἀνθρώποις καὶ πλήρη ἔχοντα «δόξαν μονογενοῦς παρὰ πατρός»; οὐχ ὡς τοῦ πατρὸς ὄντος Λόγου, οὐ πατρὸς ἅμα Λόγῳ συναλοιφῇ πεφηνότος, ὡς ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ λόγῳ φαινόμενος ὅπου καὶ ὁ λόγος αὐτοῦ οὐ δύναται φανῆναι, ἐὰν μὴ παρῇ ὁ φθεγγόμενος τὸν λόγον. τίνι τοίνυν πιστεύσω; τίνι συνθῶμαι; παρὰ τίνων λάβω ζωὴν ἐν μαθήμασι; παρὰ τῶν ἁγίων εὐαγγελιστῶν καὶ πνευματοφόρων, τῶν τὸν Λόγον παρὰ πατρὸς ἀπεσταλμένον φησάντων, ἢ παρὰ τούτων τῶν ἀπὸ Παύλου τοῦ Σαμοσατέως, τῶν σὺν τῷ Λόγῳ θεὸν καὶ Λόγον σὺν τῷ θεῷ φασκόντων, τῶν ἓν πρόσωπον πατρὸς πρὸς τὸν λόγον καὶ τοῦ Λόγου πρὸς τὸν πατέρα ὁριζόντων; εἰ δὲ ἓν τὸ πρόσωπον, πῶς ὁ μὲν ἀποστέλλει, ὁ δὲ ἀποστέλλεται; «ἀποστελεῖ» γάρ φησιν ὁ προφήτης «τὸν λόγον, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα», καὶ πάλιν «ἐγὼ ἐξῆλθον ἐκ τοῦ πατρός μου καὶ ἥκω» καὶ «ζῶ ἐγώ, καὶ ζῇ ἐν ἐμοὶ ὁ ἀποστείλας με πατήρ». πῶς οὖν ἀποστέλλεται ὁ ἀποσταλεὶς καὶ διὰ σαρκὸς φαίνεται; «θεὸν γὰρ οὐδεὶς πώποτε ἑώρακεν· ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». καί φησιν «ὁ μονογενὴς θεός»· ὁ μὲν γὰρ Λόγος ἐστὶν ἐκ πατρὸς γεννηθείς, ὁ πατὴρ δὲ οὐκ ἐγεννήθη· διὰ τοῦτο μονογενὴς θεός. 6. Προὔλαβε γὰρ ἡ θεία γνῶσις κηρύττουσα ἑαυτῆς τὴν ἀλήθειαν διὰ τὴν αὐτῆς πρόγνωσιν εἰς ἀσφάλειαν τῶν ἡμετέρων ψυχῶν, ἐπειδήπερ ᾔδει τοῦ Σαμοσατέως τὴν ἄνοιαν καὶ τῶν Ἀρειανῶν τὴν κακοδοξίαν καὶ τῶν Ἀνομοίων τὴν κακουργίαν καὶ τῶν Μανιχαίων τὴν πτῶσιν καὶ λοιπῶν αἱρέσεων τὴν κακομηχανίαν. καὶ διὰ τοῦτο περὶ ἑκάστης λέξεως ἀσφαλίζεται ἡμᾶς ὁ θεῖος λόγος· τὸν