347
μὲν γὰρ πατέρα οὐ λέγει μονογενῆ. πῶς γὰρ μονογενὴς ὁ μὴ γεγεννημένος; τὸν δὲ υἱὸν μονογενῆ, ἵνα μὴ ὁ υἱὸς νομισθείη πατήρ, καὶ ἵνα μὴ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου ἀπεικασθῇ ὁ θεὸς λόγος. εἰ γὰρ λόγος λέγεται, διὰ τὴν τοιαύτην χρῆσιν λέγεται, ἵνα μὴ νομίσῃ τις ἀλλότριον εἶναι τῆς τοῦ θεοῦ πατρὸς 3.9 οὐσίας· καὶ οὐκέτι λόγος ἀνυπόστατος, ἀλλὰ ἐνυπόστατος, διὰ τὸ «μονογενής, πλήρης χάριτος καὶ ἀληθείας»· καὶ ὁρᾷς πόσα ἐστὶ πρὸς ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς· τὸ γοῦν «θεὸν οὐδεὶς πώποτε ἑώρακεν», ἵνα τὸ ἀόρατον τοῦ πατρὸς σημάνῃ καὶ τῆς αὐτοῦ θεότητος τὸ δὲ «μονογενὴς θεός», ἵνα τὴν ἰδίαν θεότητα διὰ τῆς σαρκὸς φαινομένην ἐπιβεβαιώσῃ. Πόσα δὲ ἄλλα καὶ ἐπέκεινα τούτων εἰς παράστασιν ἡμῖν ἀναλέξειέ τις καὶ παραστήσειε πρὸς τὴν τοῦ Σαμοσατέως ἄνοιαν; εἰ γὰρ ἦν ἐν τῷ πατρί, ὡς ὁ λόγος ἐν καρδίᾳ ἀνθρώπου, πῶς παραγέγονε διὰ ἰδίας θεωρίας φαινόμενος; ἐν τῷ γὰρ αὐτὸν διηγεῖσθαι τοῖς αὐτοῦ μαθηταῖς φάσκει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». καὶ οὐκ εἶπεν· ἐγώ εἰμι ὁ πατήρ. ἀλλὰ τὸ ἐμὲ * ἐν τῷ πατρὶ σημαίνει. καὶ οὐκ εἶπεν, ἐγώ εἰμι ἐκεῖνος, ἀλλ' «ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ πατρός μου καὶ ἐκεῖνός ἐστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ». καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι «ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον ὑμῖν ἀποστελεῖ»· ὅρα πῶς τὸ ἀποστελεῖ καὶ τὸ ἄλλον καὶ τὸ ἐγώ *, ἵνα δείξῃ πατέρα ἐνυπόστατον, υἱὸν ἐνυπόστατον, πνεῦμα ἅγιον ἐνυπόστατον. «ἐκεῖνός με γὰρ δοξάσει», περὶ τοῦ ἁγίου πνεύματος λέγων φησί «ὅτι τοῦ ἐμοῦ λήψεται»· καὶ ποῖόν φησι; τὸ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον. ἀλλὰ καί φησι «δύο μαρτυρίαι ἀνθρώπων σταθήσονται, καὶ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ ἀποστείλας με πατήρ». πόσα δὲ ἄλλα τοσαῦτα καὶ ἐπέκεινα τούτων *· ἰδοὺ γάρ φησιν «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναὶ ὁ πατήρ, ὅτι οὕτως γέγονεν εὐδοκία ἔμπροσθέν σου. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ τὸν πατέρα οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». τὸ «ἀπεκάλυψας γὰρ νηπίοις», καὶ τὸ «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», ἵνα ἐκκόψῃ τὴν τούτων ἐπινενοημένην ξενολεξίαν. 3.10 7. Ἀλλ' ὅρα τὸν ἀεὶ ἀντιπολεμοῦντα τῇ τῶν ἀνθρώπων φύσει διάβολον, τί ἐν αὐτοῖς ἐνεκίσσησεν ὥσπερ ἀπὸ διαβολικῆς ἐνεργείας τοῦ λέγειν. δῆθεν γὰρ ἀπολογοῦνται πρὸς ταῦτα οἱ τῆς τῶν Ἰουδαίων αἱρέσεως ὑπηρέται, ὑπὲρ τούτου αἰσχυνόμενοι διὰ τὴν τῶν θείων εὐαγγελίων σαφῆ ὑφηγήσεως διδασκαλίαν, ἵνα μὴ ὀφθῶσι τελειότατα ἀντιπράττοντες τῇ τοῦ εὐαγγελίου ἀληθινῇ γνώσει. φάσκουσι γὰρ ὅτι «ἄνθρωπος ἦν ὁ Ἰησοῦς καὶ ἐν αὐτῷ ἐνέπνευσεν ἄνωθεν ὁ λόγος· καὶ ταῦτα περὶ ἑαυτοῦ ὁ ἄνθρωπος λέγει. ὁ πατὴρ γὰρ ἅμα τῷ υἱῷ εἷς θεός, ὁ δὲ ἄνθρωπος κάτωθεν τὸ ἴδιον πρόσωπον ὑποφαίνει· καὶ οὕτως τὰ δύο πρόσωπα πληροῦνται». πῶς οὖν ἄνθρωπος θεὸς δύναται εἶναι, ὦ πάντων ἀνθρώπων ἀβέλτερε καὶ ἀπὸ τοῦ ἐπουρανίου φρονήματος τὸν νοῦν ἀπεστραμμένε; πῶς δύναται ἄνθρωπος εἶναι ψιλὸς κατὰ σὲ ὁ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»; εἰ γὰρ ὁ ἄνθρωπος ὡς ὁ πατήρ. οὐδὲν διαλλάττει ὁ πατὴρ τοῦ ἀνθρώπου· εἰ δὲ ὁ θεὸς λόγος, ὁ ἐνανθρωπήσας ἐν τελειότητι τέλειος ὢν ἔστι θεὸς ἄνωθεν ἀπὸ πατρὸς γεγεννημένος, δικαίως καὶ σαφῶς φθέγγεται περὶ ἑαυτοῦ λέγων ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα,» ὡς καὶ οἱ Ἰουδαῖοί φασι περὶ αὐτοῦ· «οὐ μόνον» γάρ φησιν «ἐζήτουν ἀποκτεῖναι αὐτόν, ὅτι ταῦτα ἐποίει, ἀλλ' ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον θεῷ ἑαυτὸν φάσκων». τῷ γὰρ εἰπεῖν πάλιν «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» τὸν πατέρα θεὸν ἴσον ἑαυτοῦ φάσκει. οὐκ ἄνθρωπος δέ ἐστιν ἴσος θεῷ, οὐδὲ ὡς θεός, ἀλλὰ ὁ ἐν ἀληθείᾳ γεγεννημένος ἐκ θεοῦ πατρὸς θεὸς υἱὸς μονογενής. φησὶ γὰρ περὶ