348
αὐτοῦ Παῦλος «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»· τὸ μὲν περὶ θεοῦ * ἦν ἐν μορφῇ, περὶ δὲ τῆς τοῦ δούλου μορφῆς προσληπτὴν ἀπέφηνε καὶ οὐκ εἶπεν αὐτοῦ ἰδίαν οὖσάν ποτε. πολλάκις δὲ καὶ ἀνθρωπίνως διαλέγεται ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστός, ὁ θεὸς λόγος, καὶ πολλάκις ἀνθρωποπαθῶς φθέγγεται, ἀλλ' οὐχ ὅτε λέγει «ἐκ τοῦ πατρός μου 3.11 ἐξῆλθον καὶ ἥκω»· τοῦτο γὰρ οὐ δύναται ἀπὸ ἀνθρωπότητος λέγεσθαι· ἀλλ' ὅτε δικαίως ἐπιμαρτυρεῖ λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής», ἵνα δείξῃ τὴν ἑαυτοῦ ἐνανθρώπησιν· καὶ τὸ ἀνάπαλιν περὶ θεότητος λέγων «κἄν τε ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν», ἵνα δείξῃ ἀληθινὴν θεότητα καὶ ἀληθινὴν ἐνανθρώπησιν. 8. Οὐ δύο τοίνυν θεοί, ὅτι οὔτε δύο πατέρες· οὐδὲ ἀνῄρηται ἡ ὑπόστασις τοῦ λόγου, ὅτι οὐ μία συναλοιφὴ θεότητος υἱοῦ πρὸς πατέρα. οὐ γάρ ἐστιν ἑτεροούσιος ὁ υἱὸς τοῦ πατρός, ἀλλὰ ὁμοούσιος τῷ πατρί· οὐ δύναται δὲ εἶναι ἑτεροούσιος τῷ γεγεννηκότι οὐδὲ ταυτοούσιος, ἀλλὰ ὁμοούσιος. οὐδὲ πάλιν λέγομεν αὐτὸν μὴ εἶναι ταὐτὸν τῇ οὐσίᾳ τῷ πατρί· ἔστι γὰρ ταὐτὸν τῇ θεότητι καὶ τῇ οὐσίᾳ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκ ἀλλοῖος παρὰ τὸν πατέρα οὐδὲ ἀπὸ ἄλλης ὑποστάσεως, ἀλλὰ ὡς ἀληθῶς υἱὸς πατρὸς τῇ τε οὐσίᾳ καὶ τῇ ὑποστάσει καὶ τῇ ἀληθείᾳ. ἀλλ' οὐχ ὁ πατήρ ἐστιν ὁ υἱός, οὐδὲ ὁ υἱός ἐστιν ὁ πατήρ, ἀλλὰ υἱὸς ἀληθῶς ἐκ πατρὸς γεγεννημένος. διὸ οὔτε δύο θεοὶ οὔτε δύο υἱοὶ οὔτε δύο ἅγια πνεύματα, ἀλλὰ μία θεότης ἡ τριάς, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, ὁμοούσιος οὖσα. ὅταν γὰρ εἴπῃς ὁμοούσιον, οὐ συναλοιφὴν σημαίνεις. τὸ γὰρ ὁμοούσιον οὐχ ἑνός ἐστι σημαντικόν, οὐδὲ τοῦ ὄντος υἱοῦ πρὸς πατέρα γνησίου τὴν οὐσίαν διίστησι καὶ τὴν ὑπόστασιν ἀπαλλοτριοῖ διὰ τὸ ὁμοούσιον. οὐ γὰρ ἀρχὰς δύο κηρύττει ὁ θεῖος λόγος, ἀλλὰ μίαν ἀρχήν· «συνελεύσεται, γάρ φησιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν». ὁ τοίνυν ἀρχὰς δύο κηρύττων δύο θεοὺς κηρύττει, καὶ ὁ ἀναιρῶν τὸν Λόγον καὶ τὴν αὐτοῦ ὑπόστασιν Ἰουδαϊσμὸν ὑποφαίνει. Μαρκίων γὰρ δύο ἀρχὰς ὑποφαίνει, μᾶλλον δὲ τρεῖς ἑαυταῖς ἐναντίας· οἱ δὲ νέοι Ἰουδαῖοι, Σαμοσατῖται οὗτοι, ἀναιροῦσι τὴν ὑπόστασιν τοῦ Λόγου, ἵνα κυριοκτόνοι καὶ αὐτοὶ ἀποφανθῶσι καὶ ἐπαρνησίθεοι τῆς τοῦ κυρίου ἡμῶν σωτηρίας. Μία γοῦν ἡ ἀρχὴ καὶ ἐξ αὐτῆς ὁ υἱός, εἰκὼν ἀκριβής, φύσει ἐκτυποῦσα τὸν ἴδιον πατέρα καὶ ὁμοία κατὰ πάντα τρόπον, ὅτι θεὸς ἐκ θεοῦ καὶ υἱὸς ἐκ πατρός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ καὶ φῶς ἐκ φωτός, μία οὖσα θεότης καὶ ἓν ἀξίωμα. διό φησι «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»· οὔτε κατ' εἰκόνα σήν, ἵνα μὴ διέλῃ, οὔτε κατ' εἰκόνα ἐμήν, ἵνα μὴ ἀνόμοιον καὶ ἄνισον ἀποφάνῃ, κατ' 3.12 εἰκόνα δὲ ἡμετέραν. καὶ τὸ ποιήσωμεν, ἵνα μὴ ἀλλότριος ᾖ ὁ πατὴρ τῶν γενομένων ὑπ' αὐτοῦ, μηδὲ ὁ μονογενὴς ἀλλότριος τῆς δημιουργίας. ἀλλὰ ὁ πατὴρ σὺν τῷ υἱῷ δημιουργεῖ καὶ ὁ υἱός. δι' οὗ τὰ πάντα γέγονε, συνδημιουργὸς τῷ πατρί· καὶ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱὸν εἷς υἱὸς τέλειος ἐκ τελείου πατρὸς καὶ πατὴρ τέλειος τελείου υἱοῦ, τῆς πατρικῆς τελειότητος ἔχοντος τὴν εἰκόνα, «εἰκὼν θεοῦ τοῦ ἀοράτου», οὐ παράδειγμα εἰκόνος, οὐκ εἰκὼν εἰκόνος, οὐκ ἀνόμοιος, ἀλλ' εἰκὼν τοῦ πατρός, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς ἀπὸ τοῦ ἀνάρχου καὶ ἀχρόνου γεννήσεως ἐν ἀληθείᾳ. Εἰκὼν τοίνυν ὁ υἱὸς τοῦ πατρός· καὶ γὰρ καὶ οἱ βασιλεῖς οὐ διὰ τὸ ἔχειν εἰκόνα δύο εἰσὶ βασιλεῖς, ἀλλὰ βασιλεὺς εἷς σὺν τῇ εἰκόνι· εἷς θεός, οὐχὶ ἕν τι ἐκ δύο μερῶν ἀτελὲς ὑπάρχον, ἀλλὰ τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα. «ἐγώ, γάρ φησιν, ἐν τῷ πατρί» οὐχ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου, ἀλλὰ πατέρα οἴδαμεν νοητὸν σὺν υἱῷ καὶ υἱὸν ἀπὸ πατρὸς γεγεννημένον. καὶ οὐχ ὡς ἐν ἀνθρώπῳ ἐλθόντα, εἰς οἰκητήριον * ὁ θεῖος λόγος καὶ μετὰ τὸ γεγεννῆσθαι ὀφθέντα ἐν αὐτῷ τὸν Λόγον καὶ