349
πάλιν ἐν θεῷ ὑπάρχοντα ἄνω, ὡς ἐν καρδίᾳ ἀνθρώπου λόγος. ταῦτα γὰρ τῆς τοῦ δαίμονος ἐμβροντήσεώς ἐστι καὶ ἐπαρνησιθεΐας πάσης ἔχοντα τοὺς χαρακτῆρας. 9. Ταῦτα δὲ τὰ ὀλίγα πρὸς τὴν τούτου αἵρεσιν καλῶς ἔχειν δοκιμάσαντες *. οὐ δυσχερὴς γὰρ ἡ τούτων δύναμις οὔτε μὴ δυναμένη ὑπὸ πάντων συνετῶν ἀνατρέπεσθαι. διὸ καὶ τούτου τὰς ῥίζας τῶν ἀκανθῶν ἐκτεμόντες τῷ τῆς ἀληθείας κηρύγματι καὶ φρονήματι καὶ τὸν ἰὸν ὡς εἰπεῖν ἀποσβέσαντες καὶ τὸ δηλητήριον τούτου ὑποδείξαντες, τὸν ἀρωγὸν 3.13 ἐπικεκλημένοι σὺν υἱῷ πατέρα, τὸν ὄντως ὄντα καὶ υἱὸν ὄντως ἐνυπόστατον γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα ὂν ἐνυπόστατον, καὶ * σωτήριον τῆς οἰκονομίας τῆς ἐνσάρκου πραγματείας, διὰ τοῦ τροπαίου τοῦ κατὰ θανάτου, τοῦ σταυροῦ φημι, τὴν κεφαλὴν τούτου ῥήξαντες τοῦ ζητήματος τῶν νέων Ἰουδαίων, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί. ∆ρυΐνας γάρ τις ἔχις οὕτω καλουμένη τούτῳ ἔοικε τῷ αἱρεσιάρχῃ· ὡς δρυΐνας λέγεται μὲν εἶναι ἔχις, παρὰ δὲ τὰς πόας ἢ καὶ δρύας ἐμφωλεύει συνεχέστατα· διὸ καὶ δρυΐνας καλεῖται, ἀπὸ τοῦ φιλόδενδρον αὐτὸ εἶναι καὶ ἑαυτὸ παρεικάζειν ἀνὰ μέσον τῶν ἐκ τῶν δένδρων ῥιπτομένων φύλλων τῇ ἑκάστου χλωρότητι. οὐ τοσοῦτον δὲ εἶναι ὀδυνηρὸν τὸ ζῷον, ἐὰν δὲ ἐπιμείνῃ, θάνατον ἐμποιεῖν. οὕτως γὰρ καὶ οὗτος καὶ ἡ ἀπ' αὐτοῦ αἵρεσις πιστῶν ἀριθμῷ ἑαυτὸν ἀπεικάζεται, Χριστοῦ μὲν ὄνομα ἐνδεδυμένος, Ἰουδαίων δὲ τὸ φρόνημα ἐπανῃρημένος, Λόγον Χριστὸν ὁμολογῶν, οὐκ ὄντα δὲ τοῦτον διανοούμενος, καὶ ἐν πολλοῖς ἑαυτὸν θριαμβεύων οὐκ αἰσχύνεται· οὗ καὶ τὴν δοκοῦσαν διδασκαλίαν, πλάνην δὲ οὖσαν, ἐν τῷ ὑποδήματι τοῦ Χριστοῦ καταπεπατηκότες καὶ τῇ σμίλῃ τῇ ἰατρικῇ τοῦ εὐαγγελίου τοὺς δεδηγμένους ἀμύξαντες τόν τε ἰὸν ἀπ' αὐτῶν ἐκκρίναντες, ἐπὶ τὴν τῶν ἑξῆς διήγησιν, ὡς προεῖπον, ἐλευσόμεθα. - - - Κατὰ Μανιχαίων ˉμˉ, τῆς δὲ ἀκολουθίας ˉξˉ. 1. Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται λεγόμενοι, διά τινα οὐέτρανον ἀπὸ τῆς μέσης τῶν ποταμῶν ἐλθόντα, Ἀκούαν οὕτω καλούμενον, ἐν τῇ Ἐλευθεροπόλει ἐνέγκαντα ταύτην τὴν τοῦ δηλητηρίου τούτου πραγ3.14 ματείαν, οὗτοι κατὰ τὸν καιρὸν ἐκεῖνον τῷ βίῳ αὐτῶν ἐκήρυξαν, μέγα τῷ κόσμῳ κακὸν μετὰ τὴν Σαβελλίου ἐπαναστάντες αἵρεσιν· ἐν χρόνοις γὰρ οὗτοι Αὐρηλιανοῦ τοῦ βασιλέως γεγόνασι, περὶ ἔτος τέταρτον τῆς αὐτοῦ βασιλείας. ἔστι δὲ ἡ αἵρεσις αὕτη πολυθρύλητος καὶ ἐν πολλοῖς μέρεσι τῆς γῆς φημιζομένη, ἐκ Μάνη τινός, ὡς ἔφην, λαβοῦσα τὸ πλατυνθῆναι ἐν μέρεσι τῆς γῆς. Μάνης δὲ οὗτος ἀπὸ τῆς τῶν Περσῶν ὡρμᾶτο γῆς. Κούβρικος μὲν τὸ πρῶτον καλούμενος, ἐπονομάσας δὲ ἑαυτῷ τοῦ Μάνη ὄνομα, 3.15 τάχα οἶμαι ἐκ τῆς τοῦ θεοῦ οἰκονομίας τὸ μανιῶδες ἑαυτῷ ἐπισπασάμενος ὄνομα. καὶ ὡς μὲν αὐτὸς ᾤετο, κατὰ τὴν τῶν Βαβυλωνίων γλῶτταν δῆθεν σκεῦος ἑαυτῷ τὸ ὄνομα ἐπέθετο· τὸ γὰρ Μάνη ἀπὸ τῆς Βαβυλωνίας εἰς τὴν Ἑλληνίδα μεταφερόμενον σκεῦος ὑποφαίνει τοὔνομα· ὡς δὲ ἡ ἀλήθεια ὑποφαίνει, τῆς μανίας τὸ ἐπώνυμον κέκτηται, δι' ἣν ἐνεβροντήθη ὁ ἐλεεινὸς τῷ κόσμῳ ὑποσπεῖραι κακοδιδασκαλίαν. ἦν δὲ οὗτος ὁ Κούβρικος χήρας τινὸς δοῦλος, ἥτις ἄπαις τελευτήσασα κατέλειψεν αὐτῷ χρημάτων ἀσυνείκαστον πλῆθος, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἀρωμάτων καὶ ἄλλων. καὶ αὐτὴ δὲ τῆς κληρονομίας τὴν διαδοχὴν 3.16 ἔσχεν ἐκ Τερβίνθου τινός, δούλου καὶ αὐτοῦ ὑπάρξαντος, μετονομασθέντος δὲ Βουδδᾶ κατὰ τὴν τῶν Ἀσσυρίων γλῶτταν, ὃς καὶ αὐτὸς δοῦλος ὑπῆρχε Σκυθιανοῦ τινος. ἀπὸ τῆς Σαρακηνίας ὁρμωμένου, κατὰ δὲ τὰ τέρματα τῆς Παλαιστίνης τουτέστιν ἐν τῇ Ἀραβίᾳ, ἀνατραφέντος. οὗτος ὁ Σκυθιανὸς ἐν τοῖς προειρημένοις τόποις παιδευθεὶς τὴν Ἑλλήνων γλῶσσαν καὶ τὴν τῶν γραμμάτων αὐτῶν παιδείαν δεινός τε γέγονε περὶ τὰ μάταια τοῦ κόσμου φρονήματα. ἀεὶ δὲ στελλόμενος τὴν πορείαν ἐπὶ τὴν τῶν Ἰνδῶν χώραν πραγματείας χάριν πολλὴν ἐμπορίαν ἐποιεῖτο. ὅθεν πολλὰ κτησάμενος ἐν τῷ