351
στέλλεσθαι τὴν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα περὶ τοὺς χρόνους τῶν ἀποστόλων, ὡς δῆθεν ἐκεῖσε ποιούμενος τὸν λόγον πρὸς τοὺς τὰ περὶ μοναρχίας θεοῦ κηρύττοντας καὶ τῶν τοῦ θεοῦ κτισμάτων. ὁ δὲ τάλας ἀνελθὼν ἀντιβάλλειν ἤρξατο πρὸς τοὺς ἐκεῖσε πρεσβυτέρους, τοὺς κατὰ τὴν νομοθεσίαν θεοῦ τὴν τῷ Μωυσῇ δοθεῖσαν καὶ προφητικῇ ἑκάστου προφήτου διδασκαλίᾳ * βιοῦντας, ὅτι· πῶς φατε ἕνα θεόν, τὸν ποιήσαντα νύκτα τε καὶ ἡμέραν, σάρκα τε καὶ ψυχήν, ξηρόν τε καὶ ὑγρόν, οὐρανόν τε καὶ γῆν, σκότος τε καὶ φῶς; οἱ δὲ σαφῶς ἐδείκνυον οὐ γὰρ ἡ ἀλήθεια παρακέκρυπται, ὁ δὲ ἀντιλέγων οὐκ ᾐσχύνετο. μηδὲν δὲ δυνάμενος περαιῶσαι, ὅμως τῇ ἀναισχυντίᾳ τῆς χαλεπότητος ἐφέρετο. ὡς δὲ οὐκ ἴσχυσέ τι ἀνύσαι, ἀλλὰ τὸ ἧττον μᾶλλον ἀπηνέγκατο, ἐπετήδευσε δι' ὧν εἶχε μαγικῶν βιβλίων-καὶ γὰρ καὶ γόης ἦν, ἀπὸ τῆς τῶν Ἰνδῶν καὶ Αἰγυπτίων καὶ ἐθνομύθου σοφίας ἐμπορευσάμενος τὰ δεινὰ καὶ ὀλετήρια τῆς γοητείας- φαντασίαν τινά· ἐπὶ δώματος γὰρ ἀνελθὼν καὶ ἐπιτηδεύσας, ὅμως οὐδὲν ἰσχύσας, ἀλλὰ καταπεσὼν ἐκ τοῦ δώματος, τέλει τοῦ βίου ἐχρήσατο. ἦν δὲ διατρίψας ἐκεῖ ἱκανὰ ἔτη. μαθητὴν δὲ ἔχων ἕνα 3.20 μόνον μεθ' ἑαυτοῦ, τὸν προειρημένον Τέρβινθον, ᾧ καὶ τὰ ἴδια ἐπίστευσεν ὡς πιστικωτάτῳ καὶ κατ' εὔνοιαν αὐτῷ ἐξυπηρετουμένῳ· ὃς τελευτήσαντος τοῦ Σκυθιανοῦ κηδεύει μὲν αὐτὸν φιλοφρονέστατα καὶ θάψας σκέπτεται μὴ πρὸς τὸ γύναιον ἀνακάμψαι, τὸ ἤδη ἀπὸ πορνείας ἤτοι αἰχμαλωσίας τῷ Σκυθιανῷ συνημμένον, ἀλλὰ ἀποδιδράσκει, λαβὼν πάντα ὅσαπερ εἶχε, χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἄλλα, εἰς τὴν τῶν Περσῶν χώραν, ἀλλάξας ἑαυτοῦ τὸ ὄνομα, ἵνα μὴ κατάφωρος γένηται, ἀντὶ Τερβίνθου, ὡς ἄνω μοι προδεδήλωται, Βουδδᾶ ἑαυτῷ ἐπιθέμενος ὄνομα. οὗτος δὲ πάλιν ἔσχε κακὴν διαδοχὴν κληρονομίας τὰ τέσσαρα βιβλία τοῦ Σκυθιανοῦ καὶ τὰ τῆς μαγείας καὶ τῆς μογγανείας ἐπιτηδεύματα· ἦν γὰρ καὶ οὗτος ἐν γράμμασιν ἐπιμελέστατα πεπαιδευμένος. ὡς δὲ καὶ αὐτὸς διαλεγόμενος ἐν τῇ Περσῶν χώρᾳ, καταχθεὶς πρὸς γραῦν τινα χήραν, καὶ τοῖς τοῦ Μίθρα νεωκόροις τε καὶ ἱερεῦσι τοῦ εἰδώλου, προ3.21 φήτῃ τινὶ Πάρκῳ καὶ Λαβδάκῳ συζητήσας περὶ τῶν δύο ἀρχῶν, * καὶ μὴ δυνηθεὶς μήτε κἂν πρὸς τοὺς τῆς εἰδωλολατρείας πρυτάνεις διαλεχθῆναι, ἀλλ' ἐν ἐλέγχῳ καταστὰς παρ' αὐτῶν καὶ τὸ αἶσχος ἀπενεγκάμενος, ὡσαύτως τῷ προειρημένῳ Σκυθιανῷ τὰ ὅμοια φρονήσας, ἐπὶ τὸ δωμάτιον ἀνελθών, μαγεύειν τι δῆθεν πρὸς τὸ μή τινα αὐτῷ ἀντιλέγειν ἐπιτηδεύσας, ὑπὸ ἀγγέλου καταχθεὶς κατέπεσε, καὶ οὕτως τέθνηκε δι' ἣν ἠβούλετο ἐπιχειρῆσαι μαγικὴν ἐνέργειαν. ἡ δὲ γραῦς περιστείλασα τούτου τὸ σῶμα τῶν χρημάτων αὐτοῦ ἐν καθέξει γεγένηται, καὶ μὴ ἔχουσα παῖδα μηδέ τινα τῶν διαφερόντων ἔμεινε πολλῷ τῷ χρόνῳ οὕτως. ὕστερον δὲ προσελάβετο πριαμένη τὸν Κούβρικον, τὸν καὶ Μάνην, ἑαυτῇ πρὸς ὑπηρεσίαν. καὶ τελευτῶσα κατέλιπεν αὐτῷ τὰ τῆς κακῆς κληρονομίας, ὡς ἰὸν ἀπὸ ἀσπίδος καταλειφθέντα, εἰς πολλῶν φθορὰν καὶ ἀπώλειαν. 4. Πάλιν οὖν Κούβρικος ὁ ἑαυτὸν ἐπονομάσας Μάνην ἐν αὐτοῖς διῆγε καὶ ἐν αὐτοῖς διελέγετο. καὶ ὡς οὐδεὶς αὐτῷ ἐπείθετο, ἀλλὰ ἀκούοντες 3.22 Μανιχαίου διδασκαλίαν ἐδυσφόρουν μὲν καὶ ἐξενολεκτοῦντο πάντες ἐπὶ τῇ καινοτομίᾳ καὶ δεινῇ μυθοποιίᾳ καὶ κενῇ ἀπάτῃ, ὁ δὲ ὁρῶν τὰ ἴδια τῆς κακομηχανίας ἀνατρεπόμενα τῶν λόγων συνθήματα τὴν διάνοιαν κεπφωθεὶς ἐπενόει ἑαυτῷ πρόφασίν τινα, δι' ἧς τὸ ἴδιον πλάσμα τῆς δεινοποιήσεως ταύτης συστήσειε. καὶ φήμης διαδοθείσης ὡς ὁ υἱὸς τοῦ τῶν Περσῶν βασιλέως ἀλγήματί τινι περιπέπτωκε καὶ κατέκειτο, ἐν τῇ βασιλευούσῃ Περσίδος πόλει-οὐ γὰρ ἐκεῖσε ὁ Μάνης διέτριβεν, ἀλλὰ ἄλλῃ που ἀπὸ πόρρωθεν τῆς τοῦ βασιλέως-ὑπὸ τῆς ἰδίας κακίας τυφλώττων καὶ νομίσας μή πως ἀφ' ὧν εὗρε βιβλίων τοῦ ἑαυτοῦ δεσπότου Τερβίνθου, τοῦ καὶ Βουδδᾶ, διαδόχου δὲ τοῦ Σκυθιανοῦ, δύναται τινὰ ἰάματα ἐνεργῆσα, εἰς τὸν τοῦ βασιλέως υἱόν, ἀπαίρει ἐκ τοῦ ἰδίου τόπου καὶ ὁρμᾷ