352
καὶ τολμήσας μηνύει τὰ περὶ ἑαυτοῦ, ὠφελεῖν ἐπαγγελλόμενος. ἀλλ' οὐ προεχώρησε τῷ γόητι ἡ τῆς ἐλπίδος φαντασία. ἤμβροτε γὰρ ἀπὸ τῆς καραδοκίας, τινὰ εἴδη φαρμακευτικῆς προσενέγκας τῷ νοση3.23 λευομένῳ παιδὶ τοῦ βασιλέως. τέλος γοῦν εἰς τὰς χεῖρας αὐτοῦ θνήσκει τὸ μειράκιον, ἵνα πάντα τὰ μετὰ τοῦ ψεύδους διελέγχηται μάταια ἐπαγγέλματα. ὡς δὲ τοῦτο οὕτως ἀπέβη, προστάγματι βασιλικῷ ἐμβάλλεται εἰς τὸ δεσμωτήριον. οὐ γὰρ εὐθὺς οἱ τῶν Περσῶν βασιλεῖς τὰς τιμωρίας κατὰ τῶν τὰς μείζους αἰτίας τῶν ἀποπημάτων δρώντων ἐπιφέρουσιν, ἀλλὰ περιττοτέραν τινὰ ἐπινοοῦσι θανατικὴν ψῆφον μετὰ βασάνων τοὺς ἐπαπειλουμένους διατίθεσθαι. καὶ ταῦτα μὲν οὕτως. 5. Ἐπέμενε δὲ ἐν τῇ εἱρκτῇ διατελῶν ὁ Μάνης, ὁ καὶ Κούβρικος, καὶ ὑπὸ τῶν ἰδίων μαθητῶν ἐπισκεπτόμενος. ἤδη γὰρ ὁ ἀγύρτης συνα3.24 γήοχεν ἑαυτῷ στρατὸν ὡς εἰπεῖν, οὓς δὴ μαθητὰς ἐκάλει, τὸν ἀριθμὸν ἤδη περὶ δύο καὶ εἴκοσιν. ἐξ ὧν τινας τρεῖς ἐκλεξάμενος, Θωμᾶν τινα οὕτω καλούμενον καὶ Ἑρμείαν καὶ Ἀδδᾶν, διενοήθη *, ἀκηκοὼς περὶ τῶν κατὰ τὴν Ἰουδαίαν καὶ ἐν ὅλῳ τῷ κόσμῳ ἱερῶν βιβλίων, φημὶ δὲ τῶν Χριστιανικῶν, νόμου τε καὶ προφητῶν, εὐαγγελίων καὶ ἀποστόλων. δοὺς τοίνυν χρυσίον τοῖς προειρημένοις ἐπὶ τὰ μέρη τῶν Ἱεροσολύμων ἀπέστειλε. τοῦτο δὲ ἐποίησε πρὶν ἢ καθειρχθῆναι ἐν τῇ φυλακῇ, ὅτε διαλεγόμενος πολλοῖς τὸ ἴδιον δόγμα οὐκ ἴσχυσε συστῆσαι· ἀκηκοὼς δὲ περὶ ὀνόματος Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων, Χριστιανῶν δέ φημι, διεγνώκει διὰ τοῦ ὀνόματος τῆς ὑποθέσεως Χριστοῦ ἀπατῆσαι τοὺς πεπλανημένους. οἱ δὲ ἀπελθόντες ὠνήσαντο. οὐ γὰρ ἀνεβάλλοντο. παλινδρομήσαντες δέ, ὡς οὐ καταλαμβάνουσιν αὐτὸν οὐκέτι ἐν ἐλευθέρῳ ἀέρι, ἀλλὰ ἐν τῷ δεσμωτηρίῳ, κἀκεῖσε εἰσελθόντες, ἐπεδείκνυον αὐτῷ τὰς βίβλους. ὁ δὲ λαβὼν καὶ ἀνερευνήσας ἐρρᾳδιούργησε προσπλέξας τῇ ἀληθείᾳ τὸ ἴδιον ψεῦδος, ἔνθα που εὗρε πρόσωπον λόγου ἢ κλῆσιν δυναμένην ἀποτελεῖν ὁμοίωμα τοῦ αὐτοῦ φρονήματος καὶ ἐντεῦθεν λοιπὸν ἐκράτυνε τὸ ἐπίπλαστον τοῦ αὐτοῦ βοσκήματος. ἀλλὰ καὶ μεταξὺ ἄργυρον προσλιπαρήσας τὸν ἐπὶ τοῦ δεσμωτηρίου δίδωσι πολὺν καὶ φυ3.25 γὰς ἀπαλλάττεται, καταλείψας τὴν τῶν Περσῶν χώραν, καὶ τῇ Ῥωμανίᾳ προσέβαλε. μέσον δὲ ἤδη τυγχάνων τῆς Μέσης τῶν ποταμῶν καὶ τῆς Περσίδος, περὶ τὰς ἐρημίας ἔτι ὑπάρχων, ἀκούσας τε περὶ μεγάλου τινὸς ἀνδρὸς ἐν θεοσεβείᾳ ἀκροτάτῃ διαπρέποντος, Μαρκέλλου τοὔνομα, κατοικοῦντος ἐν Κασχάρῃ πόλει τῆς Μεσοποταμίας, ὃς ἦν ἀνὴρ κατὰ πάντα Χριστιανὸς καὶ ἐν ἔργοις δικαιοσύνης θαυμασιώτατος, χήραις μὲν ἐπαρκῶν καὶ πένησιν, ὀρφανοῖς τε καὶ τοῖς ἐνδεομένοις, διανοεῖται προσπλέξαι πρὸς τὸν ἄνδρα, ἵν' ὑποχείριον τοῦτον κτησάμενος δυνηθείη δι' αὐτοῦ κατάρξαι οὐ μόνον τῆς Μεσοποταμίας, ἀλλὰ καὶ τοῦ κλίματος παντὸς τοῦ πρὸς τὴν Συρίαν τε καὶ Ῥωμανίαν. γράφει δὲ αὐτῷ ἐπιστολὴν διὰ Τύρβωνος τινὸς τῶν αὐτοῦ μαθητῶν ἀπὸ τοῦ πέρατος τοῦ Στράγγα ποταμοῦ, ἀπὸ καστέλλου Ἀραβίωνος οὕτω καλουμένου, ἥτις ἐπιστολὴ περιεῖχε τάδε. καί μοι λαβὼν ἀνάγνωθι τὸ ἐπιτήδευμα τῆς τοῦ ἀπατεῶνος μοχθηρίας. 6. «Μανιχαῖος ἀπόστολος Ἰησοῦ Χριστοῦ καὶ οἱ σὺν ἐμοὶ πάντες 3.26 ἅγιοι καὶ παρθένοι Μαρκέλλῳ τέκνῳ ἀγαπητῷ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ δεξιὰ τοῦ φωτὸς διατηρήσῃ σε ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ καὶ τῶν συμπτωμάτων αὐτοῦ καὶ παγίδων τοῦ πονηροῦ, ἀμήν. Τὴν μὲν περὶ σὲ ἀγάπην μεγίστην οὖσαν αἰσθηθεὶς λίαν ἐχάρην, τὴν δὲ πίστιν οὐκ οὖσαν κατὰ τὸν ὀρθὸν λόγον ἠχθέσθην. ὅθεν πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων γένους ἀποσταλείς, φειδόμενός τε τῶν ἀπάτῃ καὶ πλάνῃ ἑαυτοὺς ἐκδεδωκότων, ταῦτα τὰ γράμματα πρὸς σὲ ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι· πρῶτον μὲν πρὸς σωτηρίαν τῆς σεαυτοῦ ψυχῆς, ἔπειτα δὲ καὶ τῶν ἅμα σοὶ τυγχανόντων, πρὸς τὸ μὴ ἀδιάκριτόν σε ἔχειν τὸν λογισμόν, ὡς οἱ τῶν