353
ἁπλουστέρων καθηγεμόνες διδάσκουσι, λέγοντες τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀπὸ τοῦ αὐτοῦ φέρεσθαι καὶ μίαν ἀρχὴν εἰσηγούμενοι, οὔτι διακρίνοντες οὐδὲ διαιροῦντες ἀπὸ τοῦ φωτὸς τὸ σκότος καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ καὶ φαύλου καὶ τὸν ἔξωθεν ἄνθρωπον ἀπὸ τοῦ ἔνδον, ὡς προείπομεν, ἀλλὰ κιρνῶντες καὶ ἐγκαταμιγνύντες θάτερον θατέρῳ οὐ παύονται. σὺ δέ, ὦ τέκνον, μὴ ἴσα τοῖς πολλοῖς τῶν ἀνθρώπων ἀλογίστως καὶ ἁπλῶς ἀμφότερα, ὡς ἂν τύχοι, ἑνώσῃς, μηδὲ τῷ τῆς ἀγαθωσύνης θεῷ ἀνατίθεσο. ἀρχὴν γὰρ καὶ τέλος καὶ τὸν τούτων 3.27 πατέρα τῶν κακῶν ἐπὶ τὸν θεὸν ἀναφέρουσιν «ὧν τὸ τέλος κατάρας ἐγγύς». οὔτε γὰρ τοῖς εἰρημένοις ἐν εὐαγγελίοις παρ' αὐτοῦ τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ πιστεύουσιν, ὅτι «οὐ δύναται δένδρον καλὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ μὴν δένδρον κακὸν καλοὺς καρποὺς ποιῆσαι». καὶ πῶς τὸν θεὸν τοῦ σατανᾶ καὶ τῶν κακῶν αὐτοῦ πραγμάτων λέγειν τολμῶσι ποιητὴν καὶ δημιουργόν, θαυμάζειν μοι ἐπέρχεται. καὶ εἴθε μὲν ἄχρι τούτων ἔφθασεν αὐτῶν ἡ ματαιοπονία, καὶ μὴ τὸν Μονογενῆ, τὸν ἐκ τῶν κόλπων τοῦ πατρὸς καταβάντα Χριστόν, Μαρίας τινὸς γυναικὸς ἔλεγον εἶναι υἱόν, ἐξ αἵματος καὶ σαρκὸς καὶ τῆς ἄλλης δυσωδίας τῶν γυναικῶν γεγεννημένον. καὶ ἵνα μὴ τὰ πολλὰ διὰ τῆσδε τῆς ἐπιστολῆς γράφων εἰς μῆκος χρόνου διασύρω σου τὴν ἐπιείκειαν, οὐκ ἔχων τὰς φυσικὰς φράσεις, ἐπὶ τούτοις ἀρκεσθήσομαι. τὸ δ' ὅλον γνώσῃ παρόντος μου πρὸς σέ, εἴ γε τῆς σεαυτοῦ σωτηρίας ἔτι φείδῃ. οὐδὲ γὰρ βρόχον τινὶ ἐπιβάλλω, ὡς οἱ τῶν πολλῶν ἀφρονέστεροι ποιοῦσιν. νόει ἃ λέγω, τέκνον τιμιώτατε». 7. Ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν ὁ ἀξιολογώτατος Μάρκελλος καὶ θεοσεβέστατος ἀνὴρ καὶ διαφανὴς ἐθαύμαζε καὶ ἐξεπλήττετο. συμ3.28 βέβηκε γὰρ Ἀρχέλαον τὸν τῆς πόλεως ἐπίσκοπον οἴκαδε ἅμα αὐτῷ συνεῖναι κατ' ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τὴν ἐπιστολὴν τοῦ Μανιχαίου μετὰ χεῖρας εἴληφεν ὁ τοῦ θεοῦ δοῦλος. ὁ δὲ Ἀρχέλαος γνοὺς τὴν αἰτίαν καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς ἔβρυχε τοὺς ὀδόντας, ὥσπερ λέων ὠρυόμενος, καὶ ζῆλον θεοῦ ἀναλαβὼν ἐπειρᾶτο ὁρμῆσαι μᾶλλον ἕως αὐτοῦ καὶ χειρώσασθαι τὸν τοιοῦτον, ὡς ἐπήλυτον ἐκ βαρβάρων, ὅθεν καὶ ὡρμᾶτο πρὸς ἀφανισμὸν τῶν υἱῶν τῶν ἀνθρώπων, ἐπαναστάντα. ὁ δὲ συνετὸς Μάρκελλος τὸν μὲν ἐπίσκοπον ἀξιώσας κατεπράϋνε, Τύρβωνι δὲ παρεκελεύετο διανύειν τὴν ὁδοιπορίαν πρὸς τὸν Μάνην ἐν τῷ καστέλλῳ Ἀραβίωνος, ἔνθα που ἐξεδέχετο τὸν Τύρβωνα ἔστι δὲ τοῦτο τὸ φρούριον ἀνὰ μέσον τῶν Περσῶν καὶ ἀνὰ μέσον τῆς Μεσοποταμίας· ὁ δὲ παρῃτήσατο τὴν πρὸς τὸν Μανιχαῖον ἄφιξιν, καὶ μὴ καταναγκάσας τὸν Τύρβωνα ἀποστέλλει τινὰ ταχυδρόμον τῶν ἰδίων, γράψας αὐτῷ ἐπιστολὴν τοιάνδε· Ἐπιστολὴ Μαρκέλλου πρὸς Μανιχαῖον. «Μάρκελλος ἀνὴρ ἐπίσημος Μανιχαίῳ τῷ διὰ τῆς ἐπιστολῆς δηλουμένῳ χαίρειν. Τὴν μὲν ὑπὸ σοῦ γραφεῖσαν ἐπιστολὴν προσηκάμην, τόν τε Τύρβωνα προσεδεξάμην κατὰ φιλοφροσύνην ἐμήν, τῶν δὲ γραμμάτων τὸν νοῦν οὐδαμῶς ἔγνων, εἰ μὴ σὺ παραγενόμενος φράσῃς ἡμῖν καταλογάδην ἕκαστον, ὡς ὑπέσχου διὰ τῆς ἐπιστολῆς. ἔρρωσο». 8. Ταῦτα γνοὺς ὁ Μάνης ἐσκέπτετο οὐκ ἀγαθὴν εἶναι τὴν τοῦ Τύρβωνος ἐν καθέξει γενομένου ἀπουσίαν, πολλάκις δὲ καὶ ἑαυτὸν ἠπάτα, ἄλλα παρὰ τὰ ὄντα λογιζόμενος, πληροφορίας τῆς ἑαυτοῦ διανοίας χάριν· ὅμως διὰ τῆς ἐπιστολῆς λαβόμενος τὴν πρόφασιν δρομαίως ἧκε πρὸς τὸν Μάρκελλον. ὁ δὲ ἐπίσκοπος Ἀρχέλαος. ἔχων ἐν ἑαυτῷ μετὰ τοῦ λόγου καὶ τὸ ζηλωτικὸν τῆς πίστεως, ἐβουλεύετο εἰ ἦν δυνατὸν ἐξ αὐτῆς τὸν ἄνδρα, ὥσπερ πάρδαλιν ἢ λύκον ἤ τι ἕτερον τῶν θηρίων ἀγρεύσας, θανάτῳ παραδοῦναι, ἵνα μὴ λυμανθῇ τὰ θρέμματα τοιούτου θηρὸς ἐφόδῳ τὴν εἴσοδον κατανοῶν. ὁ δὲ Μάρκελλος τῇ μακροθυμίᾳ μᾶλλον προσανέχειν 3.29 ἠξίου καὶ ἀνεξικάκως τὸν πρὸς αὐτὸν διάλογον ἀπ' αὐτοῦ γενέσθαι. ὁ δὲ ἤδη μεμαθηκὼς ἦν τῆς τοῦ Μάνη γνώμης τὴν πᾶσαν ὑπόθεσιν·