354
διηγήσατο γὰρ αὐτοῖς ὁ Τύρβων, αὐτῷ τε καὶ Μαρκέλλῳ, τὴν τῆς αἱρέσεως πᾶσαν κενοφωνίαν· ὡς ὁ μὲν Μάνης δύο ἀρχὰς εἰσηγεῖται ἀνάρχους, ἀεὶ οὔσας καὶ μηδέποτε διαλειπούσας τοῦ εἶναι, ἀντικειμένας πρὸς ἀλλήλας, καὶ τῇ μὲν μιᾷ ὄνομα τίθησι τὸ φῶς καὶ ἀγαθόν, τῇ δὲ ἑτέρᾳ σκότος καὶ κακίαν, ὡς εἶναι θεὸν καὶ διάβολον. ποτὲ δὲ καὶ θεοὺς τοὺς ἀμφοτέρους καλεῖ, θεὸν ἀγαθὸν καὶ θεὸν πονηρόν. εἶναι δὲ ἐκ τῶν δύο ἀρχῶν τὰ πάντα καὶ συνεστάναι. καὶ τὴν μὲν μίαν ἀρχὴν τὰ ἀγαθὰ πάντα ποιεῖν, τὴν δὲ ἑτέραν ὁμοίως τὰ φαῦλα. μεμῖχθαι δὲ ἐν τῷ κόσμῳ τῶν δύο τούτων ἀρχῶν τὰς ὑποστάσεις, καὶ τὴν μὲν μίαν ἀρχὴν πεποιηκέναι τὸ σῶμα, τὴν δὲ ψυχὴν εἶναι τῆς ἑτέρας· αὐτὴν δὲ εἶναι τὴν ψυχὴν τὴν ἐν ἀνθρώποις καὶ ἐν παντὶ ζῴῳ καὶ πετεινῷ καὶ ἑρπετῷ καὶ κνωδάλῳ· οὐ μόνον ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς τὴν τῆς ζωῆς ἰκμάδα κίνησιν εἶναι ψυχῆς φάσκων, ἣν καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχουσαν λέγει. 9. Ἄλλα δὲ ὅσα μυθοποιῶν καὶ διδάσκων φάσκει· τὸν ἐσθίοντα σάρκας ψυχήν φησιν ἐσθίειν τὸν τοιοῦτον, καὶ εἶναι αὐτὸν ἔνοχον τοῦ καὶ αὐτὸν τοιοῦτόν τι γενέσθαι, ὡς εἰ ἔφαγε χοῖρον, χοῖρον αὖθις γενέσθαι ἢ ταῦρον ἢ ὄρνεον ἤ τι τῶν ἐδωδίμων κτισμάτων. διὸ ἐμψύχων οὐ μετέχουσιν οἱ τοιοῦτοι. καὶ ἐάν, φησί, τις φυτεύσῃ ἢ συκῆν ἢ ἐλαίαν ἢ ἄμπελον ἢ συκομορέαν ἢ περσέαν, καὶ αὐτοῦ τελευτήσαντος αὖθις δεσμεῖσθαι αὐτοῦ τὴν ψυχὴν ἐν τοῖς κλάδοις ὧν ἐφύτευσε δένδρων, καὶ μὴ δύνασθαι ὑπερβαίνειν. καὶ εἴ τις, φησί, γήμῃ γυναῖκα, αὖθις αὐτὸν μετὰ 3.30 τὴν ἐντεῦθεν ἀπαλλαγὴν μετενσωματοῦσθαι καὶ γίνεσθαι αὐτὸν γυναῖκα, ὅπως καὶ αὐτὸς γαμηθείη. καὶ εἴ τις, φησίν, ἐφόνευσεν ἄνθρωπον, μετὰ τὴν σώματος ἀπαλλαγὴν αὖθις καταστρέφεσθαι τὴν αὐτοῦ ψυχὴν εἰς κελεφοῦ σῶμα ἢ εἰς μῦν ἢ εἰς ὄφιν ἤ τι τοιοῦτον αὖθις ἔσεσθαι, ὁποίους καὶ ἐφόνευσεν. ἔφασκε δὲ πάλιν ὅτι ἡ σοφία ἡ ἄνωθεν τοῦ ἀγαθοῦ θεοῦ βουλευομένη τὴν ψυχὴν τὴν ἐν ἅπασι διαχυθεῖσαν *-εἶναι γάρ φησιν αὐτὸς καὶ οἱ ἀπ' αὐτοῦ Μανιχαῖοι τὴν ψυχὴν μέρος θεοῦ καὶ ἀπ' αὐτοῦ ἀποσπασθεῖσαν ἐν αἰχμαλωσίᾳ ἀρχόντων τῆς ἀντικειμένης ἀρχῆς τε καὶ ῥίζης κατασχεθῆναι καταβεβλῆσθαί τε ἐν τοῖς σώμασι κατὰ τοῦτον τὸν τρόπον, φησί, διὰ τὸ αὐτὴν βρῶμα ὑπάρχειν τῶν αὐτὴν ἁρπαξάντων ἀρχόντων, καὶ * ἰσχύος παρεκτικὴν τοῖς αὐτοῖς καὶ ἐν σώμασι καταμερισάντων-τούτου ἕνεκα, φησίν, ἡ προειρημένη σοφία τοὺς φωστῆρας τούτους κατέθετο ἐν οὐρανῷ, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα, μηχανήν τινα ἐργασαμένη διὰ τῶν δώδεκα στοιχείων ὧν οἱ Ἕλληνες φάσκουσι. καὶ ταῦτα τὰ στοιχεῖα διισχυρίζεται ἀνιμᾶσθαι τὰς ψυχὰς τῶν τελευτώντων ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων, φαεινὰς οὔσας. φέρεσθαι δὲ ἐπὶ τὸ σκάφος· πλοῖα γὰρ θέλει λέγειν ἥλιόν τε καὶ σελήνην· καὶ τὸ μὲν μικρὸν πλοῖον φορτοῦσθαι ἕως ἡμερῶν δεκαπέντε, κατὰ τὴν πλήρωσιν τῆς σελήνης, καὶ οὕτω διαίρειν τε καὶ ἀποτίθεσθαι ἀπὸ πεντεκαιδεκάτης εἰς τὸ μέγα πλοῖον τουτέστι τὸν ἥλιον. τὸν δὲ ἥλιον τὴν μεγάλην ναῦν διαπορθμεύειν εἰς τὸν τῆς ζωῆς αἰῶνα καὶ μακάρων χῶρον. καὶ οὕτως τὰς ψυχὰς τὰς διὰ τοῦ ἡλίου καὶ τῆς σελήνης διαπορθμευθείσας *. ἐπὶ γὰρ τῶν ἐν γνώσει λέγει γενομένων τῆς αὐτοῦ χυδαιολογίας ταύτας καθαρθείσας καταξιοῦσθαι τῆς διαπορθμεύσεως ταύτης τῆς παρ' αὐτῷ μυθοποιηθείσης. πάλιν δὲ ψυχὴν οὐκέτι σῴζεσθαι, εἰ μή τι ἂν τῆς γνώσεως τῆς αὐτῆς μετάσχοι. καὶ πολλή τις ἐστὶν ἡ τῆς ποιήσεως ταύτης τραγῳδία. 10. Ὡς δὲ ταῦτα ἦν οὕτως καὶ ἐν καταλήψει γεγένηται ὑπὸ τοῦ Τύρβωνος τούτων ὁ Ἀρχέλαος, εἰς τὴν ἀντιβολὴν τοῦ ζητήματος ἑτοι3.31 μότατος ὑπάρχων διὰ τὴν περὶ θεοῦ πολυποίκιλον γνῶσιν τοῦ ἀνδρὸς καὶ δι' ἣν προεκέκτητο εἴδησιν, παρὰ τοῦ Τύρβωνος ἀκριβῶς μεμαθηκὼς τῆς περὶ τὸν ἄνδρα γοητείας τὰ πάντα, ἰδοὺ ὁ Μάνης παρεγένετο μεθ' ὧν εἶχε μεθ' ἑαυτοῦ ἀνδρῶν. ἐξ αὐτῆς οὖν καὶ εὐθὺς παρέρχονται εἰς συζήτησιν δημοσίᾳ ἐν