355
αὐτῇ τῇ Κασχάρῃ, Μάρκελλός τε καὶ Ἀρχέλαος, πρότερον εἰς τὴν αὐτῶν ἀντιβολὴν τοῦ ζητήματος αἱρησάμενοι ὁμοῦ κριτάς, Μάρσιπόν τινα ὀνόματι καὶ Κλαύδιον καὶ Αἰγιαλέα καὶ Κλεόβουλον, τὸν μὲν τῶν ἐκτὸς λόγων φιλόσοφον, τὸν δὲ ἰατροσοφιστήν, τὸν δὲ φύσει γραμματικὸν καὶ τὸν ἄλλον σοφιστήν. καὶ πολλῶν ῥημάτων εἰρημένων ἐξ ἑκατέρων τῶν μερῶν, τοῦ τε Μάνη τὰ τῆς μυθώδους διδασκαλίας προβαλλομένου καὶ τοῦ Ἀρχελάου ὥσπερ ἀριστεύοντος ὁπλίτου καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει καθαιροῦντος τὰ βέλη τῶν δι' ἐναντίας, τὸ πέρας τὸ ἧττον ἀπενεγκαμένου τοῦ Μάνη καὶ κρινάντων τῶν κριτῶν τὸ βραβεῖον εἶναι τῇ ἀληθείᾳ-ὅπερ οὐκ ἦν θαῦμα, αὐτοσυστάτου οὔσης τῆς ἀληθείας καὶ μὴ δυναμένης καθαιρεῖσθαι, κἄν τε ἀντιπράττοι ἡ ἀνομία ἀναισχυντίᾳ φερομένη τῷ τῆς ἀληθείας θεσμῷ, τοῦ ψεύδους μὴ ἔχοντος ὑπόστασιν μηδὲ βάσιν, ὡς καὶ ἡ σκιὰ τοῦ σκότους καὶ τοῦ ὄφεως τὸ σφαλερὸν τῆς ἐπιβάσεως καὶ ἀνέρειστον τῆς τῶν ποδῶν στερήσεως-11. ἐντεῦθεν ὁ Μάνης ἀποδράσας, βουλομένων τῶν δήμων αὐτὸν λιθοβολῆσαι, εἰ μὴ ὅτι παρῆλθεν εἰς μέσον Μάρκελλος καὶ τῷ αἰδε3.32 σίμῳ αὐτοῦ προσώπῳ κατεδυσώπησε τοὺς δήμους, ἐπεὶ ἂν ὁ τάλας νεκρὸς μένων πάλαι ἐτεθνήκει, ἀναχωρήσας τε ἔρχεται εἰς κώμην τινὰ τῆς Καλχάρων εἰς † ∆ιοδωρίδα καλουμένην, ἐν ᾗ Τρύφων τις ἐπιεικέστατος κατ' ἐκεῖνο καιροῦ ἐτύγχανε τῶν αὐτόθι πρεσβύτερος. παρ' ᾧ ὁ Μάνης γενόμενος πάλιν ἐκύκα καυχώμενος. καταλαβὼν τὸν ἄνδρα, ἀγαθὸν μὲν τἄλλα καὶ θαυμαστὸν τῇ θεοσεβείᾳ, πενιχρὸν δὲ τῷ λόγῳ. ἀλλὰ καὶ ἐν τούτοις οὐχ ὡς ὑπείληφεν ἴσχυσεν ἐπιτωθάζειν τῷ τοῦ Χριστοῦ δούλῳ. ὁ θεὸς γὰρ ἀεὶ τοῖς ἐπ' αὐτὸν ἐλπίζουσιν ἑτοιμάζει τὰς ἐκ πνεύματος ἁγίου δωρεὰς ἐπιχορηγούμενος, ὡς καὶ ἐπηγγείλατο ἀψευδὴς ὢν ὅτι «μὴ μεριμνήσητε τί εἴπητε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν». ἐντεῦθεν πάλιν βουληθέντος διαλέξασθαι πρὸς Τρύφωνα τὸν πρεσβύτερον καὶ αὐτοῦ ἐν πολλοῖς ἀντειπόντος, γράψαντός τε τῷ Ἀρχελάῳ περὶ τῆς ὑποθέσεως ταύτης ὅτι «ἀνήρ τις ἦλθεν ἐνταῦθα οἷα δὴ λύκος βαρὺς καὶ διολέσαι τὴν μάνδραν ἐπιχειρεῖ· ἀλλὰ παρακαλῶ ἀπόστειλόν μοι τί ἂν πρὸς τοῦτον ποιήσωμαι ἢ ποίοις λόγοις ἀντείπω τῇ αὐτοῦ κακοδιδασκαλίᾳ. καὶ εἰ μὲν αὐτὸς καταξιοῖς παραγενέσθαι. ἀμέριμνον ποιήσειας τὴν τοῦ Χριστοῦ μάνδραν καὶ τὰ θρέμματα αὐτοῦ», ὁ δὲ ἀπέστειλεν αὐτῷ δύο λόγους ὡς ἐν προχείρῳ καταλαβέσθαι τὸν Μάνη, ἐκδέξασθαι δὲ τὴν αὐτοῦ παρουσίαν αὐτῷ ἐσήμανεν. ὁ Μάνης δὲ ἐν τῇ μέσῃ κώμῃ προῆλθεν ὀρθριαίτερον, προσποιούμενος ἐν τῷ συνάρξασθαι προκαλεῖσθαι τὸν Τρύφωνα εἰς λόγους ἥκειν. καὶ τοῦ Τρύφωνος ἰνδαλλομένου, ἀποκριθέντος τε αὐτῷ πρὸς ἔπος ὧν ᾔτησε κατὰ τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτῷ σύνεσιν καὶ στροβήσαντος τὸν ἀπατεῶνα, ἠρέμα πως ἐν ᾧ ἑαυτῷ ἐνεδοίαζεν, ἀνακύπτει ὁ Ἀρχέλαος ὥσπερ ἰσχυρὸς οἰκοδεσπότης τῶν ἰδίων ἐπιμελούμενος καὶ μετὰ παρρησίας ἐπελθὼν τῷ συλᾶν ἐπιχειροῦντι ἐνεβριμεῖτο. εὐθὺς δὲ ὡς εἶδεν ὁ Μάνης 3.33 τὸν Ἀρχέλαον, ὑποκοριστικῶς καθ' ὑπόκρισιν ἔφη «ἔα με πρὸς Τρύφωνα διαλέγεσθαι· ὑπερβαίνει γάρ με τὸ σὸν ἀξίωμα διὰ τὸ ἐπίσκοπόν σε εἶναι». ὁ δὲ καὶ μετὰ ἐλέγχου τοῦ λόγου μείζονα αὐτὸν ὑποκριτὴν ὑποδείξας ἀπεφίμωσεν, τῶν δὲ ὑπ' ἐκείνου προτεθέντων λόγων τὰς ἐπιλύσεις ποιησάμενος αὖθις εἰς αἰσχύνην αὐτὸν κατέστησε, μηκέτι δυνάμενον διαίρειν στόμα. οἱ δὲ λαοὶ ζῆλον πάλιν ἀνειληφότες ἐπειρῶντο τὸν ἀλιτήριον διαχειρίσασθαι. ὁ δὲ ἀποδρὰς τοὺς δήμους καὶ * εἰς τὸ προειρημένον κάστελλον Ἀραβίωνος πάλιν ἀφικνεῖται. 12. Ἐκεῖθεν δὲ ὁ τῶν Περσῶν βασιλεύς, γνοὺς τὴν τοῦ Μάνη καταφυγήν, ἀποστείλας καὶ χειρωσάμενος αὐτὸν ἐν τῷ προειρημένῳ καστέλλῳ, εἰς τὴν Περσίδα ἀτίμως καθείλκυσε καὶ τὸ δέρμα αὐτοῦ καλάμῳ κελεύσας ἐκδαρῆναι οὕτω τὴν τιμωρίαν αὐτῷ ἀπέδωκεν· ὅθεν καὶ ἐκδαρέντα καλάμῳ καὶ τὸν