356
ἀσκὸν αὐτοῦ ἐμπλησθέντα ἀχύρων ἔτι καὶ δεῦρο ἐν Περσίδι ἔχουσι· καὶ οὕτω τὸν βίον κατέστρεψε· διὸ αὐτοὶ οἱ Μανιχαῖοι ἐπὶ καλάμοις τὰς κοίτας αὐτῶν ποιοῦνται. οὕτω δὲ αὐτοῦ ἀποθανόντος καὶ καταλείψαντος τοὺς ἑαυτοῦ μαθητὰς οὓς εἴπομεν, Ἀδδᾶν καὶ Θωμᾶν καὶ Ἑρμείαν, οἳ πρὶν ἢ αὐτὸν τὴν δίκην ἀπολαβεῖν κατὰ τὸν δεδηλωμένον τρόπον ἦσαν ἀποσταλέντες ὑπ' αὐτοῦ, ὁ μὲν Ἑρμείας ἦλθεν εἰς τὴν Αἴγυπτον, ᾧ καὶ συνέτυχον πολλοὶ * οὐκ ἔστι γὰρ ἀρχαΐζουσα ἡ αἵρεσις, καὶ οἱ συντετυχηκότες τῷ προειρημένῳ Ἑρμείᾳ, μαθητῇ ὄντι τοῦ Μάνη, ἡμῖν τὰ κατ' αὐτὸν διηγήσαντο· Ἀδδᾶς δὲ ἐπὶ τὰ ἀνωτερικὰ 3.34 μέρη, Θωμᾶς δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἐξ ὧν ἐκρατύνθη τὸ δόγμα εἰσέτι δεῦρο. ἔλεγε δὲ ἑαυτὸν ὁ Μάνης εἶναι τὸ πνεῦμα τὸ παράκλητον, καὶ ποτὲ μὲν ἀπόστολον φάσκει ἑαυτὸν Χριστοῦ, ποτὲ δὲ πνεῦμα παράκλητον καὶ πολλὴ τῆς τυφλώσεως τούτου κακόδοξος ἀλλοιοτροπία. 13. Ἐντεῦθεν λοιπόν, ἀγαπητοί, χρεία ἡμῖν γίνεταί τινα εἰς τὴν αἵρεσιν εἰπεῖν καὶ εἰς τὴν αὐτῆς ματαιοφροσύνην· τὰ γὰρ παρελθόντα πάντα κατὰ ἱστορίαν ὑφηγησάμην. ὅθεν δὴ ἄρχεται διδάσκειν τε καὶ γράφειν καὶ λέγειν ὁ χαλεπώτατος Μάνης ἐν τῷ περὶ πίστεως αὐτοῦ λόγῳ. βίβλους γὰρ οὗτος διαφόρους ἐξέθετο, μίαν μὲν ἰσάριθμον τῶν 3.35 εἴκοσι δύο στοιχείων τῶν κατὰ τὴν τῶν Σύρων στοιχείωσιν † δι' ἀλφαβήτων συγκειμένην· -χρῶνται γὰρ οἱ πλεῖστοι τῶν Περσῶν μετὰ τὰ Περσικὰ στοιχεῖα καὶ τοῖς Σύρων γράμμασι, ὥσπερ παρ' ἡμῖν πολλὰ ἔθνη τοῖς Ἑλληνικοῖς κέχρηνται, καίτοι γε ὄντων σχεδὸν κατὰ ἔθνος ἰδίων γραμμάτων. ἄλλοι δὲ δῆθεν τὴν βαθυτάτην τῶν Σύρων διάλεκτον σεμνύνονται τήν τε κατὰ τὴν Πάλμυραν διάλεκτον, αὐτήν τε καὶ τὰ αὐτῶν στοιχεῖα. εἴκοσι δύο δὲ ταῦτα ὑπάρχει· διόπερ καὶ ἡ αὐτὴ βίβλος εἰς εἴκοσι δύο τμήματα λόγων τέτμηται. -ταύτῃ δὲ ἐπιτίθησιν ὄνομα Μανιχαίου Μυστήρια, ἑτέρᾳ δὲ Θησαυρός. καὶ ἄλλας δὴ βίβλους καττύσας φαντάζεται, τὸν μικρὸν δὴ Θησαυρὸν οὕτω καλούμενον, ἄλλην δὲ τὴν περὶ ἀστρολογίας. οὐ γὰρ ἀποδέουσι τῆς τοιαύτης περιεργίας, ἀλλὰ μᾶλλον αὐτοῖς ἐν προχείρῳ καυχήματος πρόκειται ἀστρονομία καὶ 3.36 φυλακτήρια, φημὶ δὲ τὰ περίαπτα, καὶ ἄλλαι τινὲς ἐπῳδαὶ καὶ μαγγανεῖαι· ἄρχεται γοῦν ἐν τῇ αὐτοῦ βίβλῳ λέγειν ὁ αὐτὸς Μάνης· 14. «Ἦν θεὸς καὶ ὕλη, φῶς καὶ σκότος, ἀγαθὸν καὶ κακόν, τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ.» καὶ οὗτος μέν ἐστιν ὁ πρόλογος τοῦ ἀγύρτου. ἐντεῦθεν ἄρχεται τῆς αὐτοῦ κακομηχανίας. καὶ ἡ μὲν βίβλος ἐν πλάτει κεῖται, τοιαῦτά τινα φαῦλα ἄττα περιέχουσα, ὧν τὴν δυσκολίαν καὶ τὴν ἐναντιότητα τῶν λόγων καὶ ἀπ' αὐτῆς τῆς ἀρχῆς τοῦ σκοποῦ ἐστι περιληπτέον. εἰ γὰρ καὶ πολλὴ ἡ λοιπὴ φλυαρία καὶ μυθώδης ὑπόθεσις, ἐκ τῆς εἰσαγωγῆς τὸ πᾶν δειχθήσεται τῆς αὐτοῦ πονηρίας. τὸ γὰρ «ἦν θεὸς καὶ ὕλη» οὐδὲν ἀποδέον τῆς τῶν Ἑλλήνων ματαίας ὑπονοίας ὑφηγήσατο. εὐάλωτον δὲ καὶ ῥᾴδιον καὶ εὐκατάλυτον τῆς συκοφαντίας τοῦτο τὸ κενοφρόνημα. δύο γὰρ ἐπὶ τὸ αὐτὸ εἶναι σύγχρονά τε καὶ ἀίδια ἐξ εὐλόγων λογισμῶν καὶ συνετῆς εὐνοίας ἀδύνατον εἶναι * παρὰ τῷ κρίνειν εὐλόγως γινώσκοντι. καὶ γνωστέον τοῦτο ἔσται παντὶ τῷ σύνεσιν κεκτημένῳ. εἰ γὰρ τὰ δύο σύγχρονα, οὐδὲ κἂν τῷ ὀνόματι διήλλακται. πᾶν γὰρ τὸ σύγχρονον καὶ συναΐδιον, τὸ δὲ συναΐδιον καὶ ἀεὶ ὑπάρχον τοῦτο θεός, μάλιστα ἀπό τινος αἰτίου ἀρχὴν μὴ εἰληφός. οὐδὲν γὰρ ἀίδιον ἢ μόνον θεός. διαφόροις δὲ ὀνόμασι ταύτας τὰς ἀρχὰς ἐξέθου, ὦ βάρβαρε τὴν φρένα καὶ πολέμιε τῆς ἀνθρωπείας φύσεως. τὸ μὲν γὰρ ἐξέθου φῶς, τὸ δὲ σκότος, τὸ δ' αὖ ἀγαθὸν καὶ τὸ ἕτερον κακόν. φάσκεις δὲ ὅτι τοῖς πᾶσιν ἄκρως ἐστὶ ταῦτα ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ. οὐκοῦν χωρίζεις ταῦτα ἀπ' ἀλλήλων· δῆλον γὰρ ὅτι ἐναντία, ὡς ἔφης. εἰ 3.37 δὲ συνόντα πέφυκε, φίλα καὶ σύμφωνα τὰ ἀλλήλοις συνόντα εὑρεθήσεται, συνδιατρίβοντά τε καὶ συγκοινωνοῦντα καὶ μηδ' ὅλως ἀπ'