357
ἀλλήλων ἀπαλλαττόμενα δι' ὑπερβολὴν φιλίας. εἰ δὲ χωρὶς ἀλλήλων ἐστί, πάντως ἕκαστον τούτων πεπέρασται. πᾶν δὲ τὸ πεπερασμένον οὐ τέλειον. ὁρίζεται γὰρ διὰ τοῦ πεπεράσθαι. ἄλλως δὲ καὶ ζητηθήσεται ὅριον εἰς διαπερασμὸν ἀμφοτέρων, ἵνα μὴ κατὰ τὰ τέρματα ἀλλήλων ἐφαπτόμενα ἀμφότερα τὰ ἴδια διὰ τῶν τερμάτων ἀλλήλοις συνάπτηται καὶ ἐπικοινωνήσειε θάτερον θατέρῳ καὶ τὸν τῆς ἐναντιότητος ἀφανίσῃ ὅρον· καὶ εἰ δῴης τι διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων, οὐκέτι τὸ διεῖργον ὅμοιον ἔσται τούτοις, ἀλλ' οὐθ' ἕτερον ἔσται τῶν ἀμφοτέρων. εἰ γὰρ ἀπὸ ἑνὸς μέρους ἀφομοιωθήσεται τὸ διεῖργον ἑνὶ τῶν δύο τῶν πρότερον εἰρημένων ἀιδίων, ἀπὸ τοῦ ἀφομοιουμένου οὐκέτι ἀλλότριον εἴη τὸ διεῖργον, ἀλλὰ συναπτόμενον τῷ ἀφομοιουμένῳ, καὶ διὰ τοῦ ἐξισουμένου μέρους ἔσται ἡ συνάφεια καὶ οὐκέτι τερματισθήσεται ἐν τῇ τῶν δύο φύσεων ἀπ' ἀλλήλων διαστάσει. εἰ δὲ καὶ ἔστιν οὔτε ὅμοιον τῶν δύο οὔτε μέτοχον ἀπὸ 3.38 μέρους θατέρου, οὐκέτι δύο ἐστὶ τὰ ἀίδια καὶ ἀεὶ ὄντα, ἀλλὰ λοιπόν ἐστι τρία, καὶ οὐκέτι δύο ἀρχαὶ καὶ δύο ἀλλήλοις ἐναντία τὰ πρῶτα, ἀλλὰ τρίτον ἄλλο, καὶ ἐναντίον τῶν ἀμφοτέρων καὶ ἀνόμοιον τοῖς ἀμφοτέροις καὶ διεῖργον ἀνὰ μέσον τοῖν δυοῖν καὶ μὴ θατέρῳ ἐπικοινωνοῦν διὰ τὸ ἀλλόκοτον καὶ οὐδὲν ἀμφοτέρων λαμβάνον τὴν ὁμοίωσιν. καὶ λοιπὸν ἔσται οὐκέτι δύο, ἀλλὰ τρία ταῦτα. ἄλλως δὲ καὶ ζητηθήσεται ἄλλος ὁ μεσιτεύσας καὶ τὸν ὅρον τοῦτον ἐμβαλὼν τέταρτος. οὐ γὰρ ἠδύναντο οἱ δύο ἐκθέσθαι τὸν ὅρον ἢ τὸ τεῖχος, εἰ μὴ ἕτερος εἴη ὁ ὁροθέτης, ὁ τὸ διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων ἐμβαλών, ἀλλὰ καὶ εἰδήμων τὴν ἐπιστήμην καὶ συνετὸς τὸν τρόπον καὶ ἐπιεικὴς καὶ ἐνδοξότερος, ὥστε δύνασθαι πεῖσαι ἀμφοτέρους εἰς συμβιβασμὸν εἰρήνης. ἔσται οὖν εἷς ὁ ὁροθετῶν καὶ ἓν τὸ διεῖργον καὶ δύο τὰ τερματιζόμενα, καὶ οὐκέτι δύο ἀρχαὶ μόνον, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες. καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπὶ πολλὰς ἀρχὰς τὴν διάνοιαν τρέπειν ἔνεστι καὶ ἐᾶν τὰ ὄντα καὶ φαντάζεσθαι τὰ μὴ ὄντα. 15. Ἐν δὲ τῷ ζητεῖν τὸν ἀλιτήριον κακίαν δῆθεν μὴ προσμῖξαι θεῷ-καὶ γὰρ καὶ ἄτοπόν ἐστι κακίαν θεῷ προσάψαι. ὡμολόγηται γὰρ ἐν τῷ χαρακτῆρι τῆς ἐκκλησιαστικῆς διδασκαλίας ἀλλότριον παντάπασι τὸ θεῖον καὶ ἀμιγὲς κακίας ὑπάρχειν. θεὸς γὰρ οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ «πάντα καλὰ λίαν», ἀγαθὸς ὢν τὴν φύσιν, ἀκατάληπτος τὴν οὐσίαν, πάντα περιέχων, αὐτὸς δὲ ὑπ' οὐδενὸς περιεχόμενος. οὔτε τοίνυν τὸ κακὸν ἦν ἀεὶ οὔτε ἐκ θεοῦ τὸ κακὸν γεγένηται. μήτε οὖν ὄντος τοῦ κακοῦ μήτε ὄντος ἀεὶ μήτε ἐκ θεοῦ γεγενημένου, λοιπὸν ζητεῖν ἔστι, ποῖον τρόπον 3.39 τὸ μὴ ὂν ἀεί, ἀρχὴν δὲ ἐσχηκὸς τοῦ εἶναι, λῆγον τε καὶ ἀπολλύμενον καὶ εἰς τέλος μὴ παραμένον, πόθεν τε ἔσχε τὴν ἀρχήν. καὶ ὅταν τοῦτο ζητήσωμεν, πρῶτον διανοητέον ἐστὶν ὅτι ὁποῖόν ἐστι τὸ κακὸν καὶ ἐν ποίῳ γίνεται τὸ κακόν, καὶ εἰ ἔστιν ἐμπερίγραφόν τι ἢ σῶμα ὡς εἰπεῖν ἢ ὑπόστασιν ἔχει ἢ καὶ ῥίζαν δύναται κεκτῆσθαι. καὶ ὅταν ταῦτα ἐν ἑαυτοῖς διασκοπήσωμεν, ἀνυπόστατον εὑρεθήσεται τὸ κακὸν καὶ μηδεμίαν ῥίζαν ἔχον, ἀλλὰ ἕως ἔργων μόνον ἐστὶ πρακτικῆς ἀνθρωπίνης ἐνεργείας ἀποτελεστικόν. ἐν τῷ γὰρ ποιεῖν ἡμᾶς τὸ κακὸν ἔστιν, ἐν δὲ τῷ μὴ ποιεῖν οὐχ ὑπάρχει, τῆς ἐννοίας ἐφευρισκούσης τὸ τί ποτέ ἐστι τὸ πονηρὸν ἐργάσασθαι, οὐκ ἀρέσκον θεῷ καὶ οὔτε δυνάμενον ἀντιλέγειν θεῷ οὐδὲ ἀντιμάχεσθαι πρὸς τὸ θεῖον. πᾶν γὰρ τὸ ὑπὸ ἀνθρώπων δυνάμενον ἐκκόπτεσθαι καὶ ἀναιρεῖσθαι πολλῷ μᾶλλον πρὸς θεὸν ἀντέχειν ἀδύνατον. 16. Ἅμα δὲ καὶ περὶ διαβόλου οὕτως διαληπτέον, οὐκ ἀπὸ κτίσεως φυσικῶς κακοῦ κεκτισμένου, ἀλλὰ ἑαυτῷ μετὰ χρόνον τὸ ποιεῖν κακὸν ἐφευραμένου, οὐκ ἀγνοουμένου δὲ ὁποῖος ἔμελλεν ἔσεσθαι, ἀλλὰ κτισθέντος μὲν ἅμα πᾶσι καλῶς διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης χρησιμώτατα. τῷ τὸν θεόν, δι' ὑπερβολὴν ἀγαθότητος πάντας καὶ πάντα καλὰ θελήσαντα εἶναι καὶ τὰ αὐτοῦ ἀγαθὰ πᾶσι προθέμενον, κατὰ