358
3.40 συγχώρησιν δὲ αὐτεξουσιότητος συγχωρεῖν τοῖς ἅπασιν ἰδίᾳ βουλήσει χρῆσθαι ἐφ' ᾧ θελήσειαν ἐπιχειρήματι ἕκαστος, ἵνα αὐτὸς μὲν ἀναίτιος τῶν φαύλων εἴη, διάκρισις δὲ ἔσται τῶν εἰς ἀρετὴν προκοπτόντων καὶ πάλιν τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθότητος τὰ βραβεῖα εἰσκομιζομένων. ὁ δὲ μανιώδης οὗτος Μάνης, βουλόμενος κακίας ὑπεξαιρεῖν τὸν θεόν, μᾶλλον αὐτῷ κακίαν πρὸς ἴσον ἀντεκατέστησεν. ὁμοῦ δὲ κακίζων τὴν πᾶσαν κτίσιν οὐκ αἰσχύνεται, ἐκ τῶν ἐν ἡμῖν σφαλμάτων γινομένων τὰς προφάσεις ἀπεμπολήσας καὶ εἰς τὴν πᾶσαν δημιουργίαν * τῶν ἰσορρόπων συνυφήνας, ὑπέρμαχος μᾶλλον γεγένηται καὶ ὑπερασπιστὴς ἧς φάσκει ἀπαγορεύειν κακίας καὶ ἀντὶ τοῦ πρὸς αὐτὴν μίσους φιλίαν τινὰ καὶ κοινωνίαν πρὸς αὐτὴν ἀσπάζεται, ὁπότε σύστασιν αὐτῇ δίδωσι καὶ ἀιδιάζουσαν αὐτὴν καταγγέλλει, σὺν θεῷ τε ἀεὶ οὖσαν καὶ μηδέποτε λήγουσαν τοῦ εἶναι. ὀνόμασι δέ τισιν αὐτὴν ἀποκαλῶν διὰ πασῶν τῶν ὑποθέσεων ἐκπεσὼν τῆς ἀληθείας φωραθήσεται, τῆς πάσης κτίσεως ἐκ θεοῦ καλῶς ἐκτισμένης, ἐξ ὧν αὐτὸς παρατίθεται μαρτυριῶν. 17. Καὶ πρῶτον μὲν ὅτι ὕλην ταύτην κέκληκε, κατὰ δὲ τὸν αὐτὸν νοῦν λογίζεται ταύτην εἶναι φθοράν. καὶ πρῶτον μέν· εἰ ἔστι φθορά, τινὸς ἄρα εἴη φθορά; καὶ εἰ μὲν ἄλλων φθορὰ ὑπάρχει, αὐτὴ δὲ ἐμπαράμονός ἐστιν, ἄρα ἔκπαλαι ἔφθειρε τὰ ὄντα καὶ μόνη αὕτη συνέστηκεν, ἐν χρόνῳ τοσούτῳ τὸ τῆς αὐτῆς δυνάμεως ἐνεργητικὸν ἐργαζομένη καὶ μὴ ἐκκοπτομένη. εἰ δὲ ἑαυτῆς ἐστι φθορά, φθείρουσά τε καὶ δαμάζουσα καὶ ἀναλίσκουσα καὶ ἀπόλλουσα, ἀπολλυμένη ἐστὶ καὶ οὐ σταθήσεται, ἑαυτῆς ἀναλωτική τις οὖσα καὶ φθαρτική. πῶς οὖν ἕστηκε τοσοῦτον χρόνον ὑπάρχουσα κατὰ τὸν τοῦ ἀγύρτου λόγον ἅμα δὲ οὐ συγκοινωνήσει ὅλως τῇ ζωῇ, οὐδὲ ἅμα ζωῆς μέτοχος εὑρεθήσεται οὐδὲ ἀγαθότητος; ὁπότε δὲ ἐν ἑκάστῳ τῶν ὑπ' αὐτοῦ κακιζομένων κτισμάτων καὶ ἀγαθότης ἔνεστι, διέπεσε παν3.41 ταχόθεν ὁ περὶ κακίας αὐτοῦ λόγος, διὰ τὸ ἐπικοινωνεῖν θάτερον τῶν ὑπ' αὐτοῦ λεγομένων θατέρῳ, ὡς εἰπεῖν περὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἰοβόλων. ὅσα γάρ ἐστιν ἐπὶ τὸ χρήσιμον κατεσκευασμένα, παρ' αὐτῷ δὲ τῷ ὀνόματι κακιζόμενα, ἐν αὐτοῖς καὶ τὸ ἀντίθετον τῆς κακίας εὑρίσκεται, ὡς εἰπεῖν ἐπὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἰοβόλων. ἐξ ὧν γὰρ ἰὸς εἰς θάνατον, ἐν αὐτοῖς καὶ ἀντίδοτος πρὸς ἀφανισμὸν θανάτου καὶ κακώσεως † κακιζομένων. καὶ ἡμέρα μὲν εἰς ἐργασίαν ἀνθρώποις, ὡς καὶ εἰς τὸ φωτίζεσθαί τε καὶ ὁρᾶν· ἀλλὰ καὶ ἡ νὺξ ἡ παρ' αὐτῷ ὀνόματι κακιζομένη ἀνάπαυσίς τις εὑρίσκεται ἐκ θεοῦ ἀνθρώποις γεγονυῖα· καὶ οὕτως τὸ καθ' ἓν ἀγαθὸν ὑπάρχον εὑρίσκεται καὶ μὴ δυνάμενον ἀπὸ τῶν ἐν ἡμῖν ἁμαρτημάτων τὸ ὄνομα ἔχειν ἢ εἰς τὸ ἴσον τοῦ κακοῦ τὴν ὁμωνυμίαν φέρειν. 18. Πάντα γὰρ καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον, τῷ λέγοντι «καὶ ἰδού, φησί, πάντα καλὰ λίαν». καὶ οὐδαμοῦ κακίας ἐστὶ ῥίζα. τούτου γὰρ χάριν καὶ ὁ θεὸς ἐξ ὑπαρχῆς, κτίζων τὸν πάντα κόσμον τῇ αὐτοῦ ἀγαθότητι, καθ' ἕκαστον τῶν κτισμάτων τὸ καλὸν ἐπέφερε, λέγων «καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν», ὅπως τῷ καλῷ μαρτυρήσῃ καὶ ἀνέλοι τὴν τῶν ἐπιβούλων τῆς ἀνθρωπείας φύσεως δεινότητα, τῶν διὰ μύθων πονηρῶν ἐπινοησάντων ἀφανίσαι ἐκ τῶν ἀνθρώπων τὴν ἀλήθειαν. ἐποίησε γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸ φῶς καὶ τὰ ἐν τῇ γῇ ἐν τῇ πρώτῃ ἡμέρᾳ «καὶ εἶδε, καὶ ἰδοὺ καλόν», φησὶν ἡ γραφή. ἆρα γὰρ οὐκ ᾔδει ὅτι καλὸν ἤμελλεν ἐργάζεσθαι, ὅτι μετὰ τὸ γενέσθαι λέγει «ἰδοὺ καλόν»; καὶ οὕτω καθεξῆς ἐπὶ τῶν ὑδάτων, ἐπὶ τῆς θαλάσσης, ἐπὶ τῶν βλαστημάτων, ἐπὶ τῶν ξύλων, ἐπὶ τῶν φωστήρων ἐν οὐρανῷ, ἐπὶ τῶν κτηνῶν, ἐπὶ τῶν πτηνῶν καὶ ἑρπετῶν καὶ ἰχθύων. καθ' ἕκαστον γὰρ ἔλεγε «καὶ εἶδεν ὁ θεός, καὶ ἰδοὺ καλόν», οὐ τὸ πρότερον ἀγνοῶν οὐδὲ μετὰ τὸ γενέσθαι μαθών, ὡς διὰ πείρας ἐσχηκὼς τὸ εἰδέναι ὅτι καλόν, ἀλλὰ ἀπὸ τοῦ 3.42 εἶναι πάντα καλὰ καὶ οὐδαμοῦ εἶναι κακὸν προεθέσπιζε διὰ τὴν τῶν κακοβούλων