359
δόξαν· τῶν πάντων ἀγαθῶν ὄντων καὶ καλῶν μαρτυρουμένων κατὰ τὴν τοῦ καλοῦ ἀληθεστάτην μαρτυρίαν τὸ «ἰδοὺ καλὸν» ἔλεγε, ὁ στέρησις ὢν παντὸς κακοῦ καὶ πάσης κακίας, καὶ ἵνα ἀπὸ τοῦ καλὸν εἶναι τὸ πᾶν ἀναιρῆται ὁ περὶ κακίας ἐν ἀνθρώποις ἐπινενοημένος λόγος, ἵνα τὴν πᾶσαν ὑπόληψιν τῶν τὴν κακότροπον διδασκαλίαν παρεισφερόντων παντάπασιν ἀνέλοι. εἶτα ἐλθὼν ἐπὶ τὸν ἄνθρωπον οὐκ εἶπεν ὅτι καλόν, οὐχ ὅτι κακὸν ὁ ἄνθρωπος, τὸ ἐξοχώτατον παρὰ πάντα τὰ ἐπὶ τῆς γῆς ἐκτισμένα, τὸ ἐπὶ τῷ ἄρχειν ἐκ θεοῦ ἐκτισμένον σοφίᾳ ἀρρήτῳ, ᾧ ἔμελλε παραδιδόναι θεὸς τὴν δεσποτείαν τῶν ὑπ' αὐτοῦ πάντων ἐκτισμένων, ὥς φησι «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἑρπετῶν τῆς γῆς καὶ κτηνῶν καὶ θηρίων καὶ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς». ἀλλ' ἐπειδὴ κατ' εἰκόνα θεοῦ ἐκτίσθη, ἠρκέσθη τὸ θεῖον γράμμα τῷ τοσούτῳ ἀξιώματι, μὴ χρείαν ἔχοντι προσθήκης ἔτι. εἰ γὰρ αὐτῆς τῆς ἀγαθότητος εἶχε κεκτημένος τὴν εἰκόνα, φημὶ δὲ τοῦ κυρίου θεοῦ, πάσης κτίσεως δημιουργοῦ καὶ ἀγαθοῦ, ἐξ οὗ πᾶσα πηγὴ ἀγαθωσύνης, ἐξ οὗ τὸ ἀγαθὸν ἐν πᾶσιν ὑπάρχει, πῶς ἔτι χρείαν εἶχε μαρτυρίας τοῦ ἀκοῦσαι ὅτι ἰδοὺ καλόν, ὁπότε τὴν εἰκόνα αὐτοῦ τοῦ καλοῦ εἶχε κεκτημένος; ἐς ὕστερον δὲ ἐπὶ τέλει τῶν ὅλων, μετὰ τὸ ποιῆσαι πᾶσαν δημιουργίαν, ἐπισφραγισάμενος ὁ θεῖος λόγος τοῖς πᾶσι τὴν αὐτὴν μαρτυρίαν προὔθετο φάσκων «καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν», μετὰ προσθήκης τοῦ λίαν εἰπών-αὕτη δὲ ἐτύγχανεν ἕκτη ἡμέρα καὶ ἑβδόμη καταπαύσεως-, ἵνα τὴν ῥίζαν τῆς περὶ τοῦ κακοῦ δόξης ἀνελὼν μηκέτι εὕροι πρόφασίν τις τοῦτο τολμῆσαι, ἀιδιάζουσαν τὴν κακίαν διανοεῖσθαι. ἀνῄρηται γὰρ ὁ αὐτὸς περὶ ταύτης λόγος. οὐδαμοῦ γὰρ ἦν τὸ κακὸν, πάντων καλῶν ὄντων λίαν καὶ ἐκ θεοῦ ἀγαθοῦ γεγενημένων καὶ μεμαρτυρημένων. 19. Ὕλης δὲ διττὴ ἡ ὀνομασία. τὸ μὲν γάρ, ὡς ἔφην, κατὰ τὸν νοῦν τοῦ ἀλιτηρίου ἐστὶν ἐνεργείας καὶ φθορᾶς ἀναλωτικῆς ὄνομα. ὕλην 3.43 δὲ εἰώθαμεν λέγειν τὴν εἰς κόσμησιν ἑκάστου πράγματος τοῖς τὰς τέχνας ἐργαζομένοις *, ὡς εἰπεῖν ὕλη ξύλων, ὕλη πηλουργίας, ὕλη χρυσοῦ, ὕλη ἀργύρου. λέγεται δὲ ὕλη καὶ τῆς ἐργασίας ἐν τοῖς σώμασιν ἡ ἀπὸ φθαρμάτων † κακώσεως συναγομένη. λεγέτω τοίνυν ὁ πρόσφατος ἥκων μάντις καὶ τὰ πρὸ αἰώνων ἐπαγγελλόμενος * ἐτόλμησε γὰρ ὁ τοιοῦτος καὶ πνεῦμα παράκλητον ἑαυτὸν λέγειν· ἄλλοτε δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ ἑαυτόν, ὡς ἔφην, ἐπιφημίζει, οὔτε εἶδος περιστερᾶς ποτε ἐνδυσάμενος οὐδὲ τὸ ἀπ' οὐρανοῦ εἰς ἔνδυμα ἀφθαρσίας δύναμιν * τοῖς ἀποστόλοις πεμφθὲν πνεῦμα παράκλητον, ὃ ἐπηγγείλατο πέμπειν ὁ μονογενής, «οὐ μετὰ πολλὰς ἡμέρας» ἐκεῖνο ὁρισάμενος, ἀλλὰ εὐθὺς αὐτοῦ ἀνελθόντος, ὡς ἔλεγεν «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται». καὶ εὐθὺς ἐν τῷ ὑπερῴῳ «ἐπλήσθησαν πνεύματος ἁγίου», ἐν τῷ ἀνακάμψαι αὐτοὺς ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν, κατὰ τὸ γεγραμμένον «καὶ ὤφθησαν αὐτοῖς γλῶσσαι πυρὸς διαμεριζόμεναι», καὶ ὁ οἶκος ἐνεπλήσθη ὥσπερ πνοῆς βιαίας, καὶ ἐπεκάθισε τὸ πνεῦμα ἐφ' ἕκαστον αὐτῶν, καὶ ἐλάλουν γλώσσαις τὰ θαυμάσια τοῦ θεοῦ, καὶ ἕκαστος ἤκουσε τῇ ἰδίᾳ γλώσσῃ. ἦσαν δὲ ἀπὸ παντὸς γένους τῶν ὑπὸ τὸν οὐρανόν, καὶ ἕκαστος διὰ τοῦ πνεύματος παρεκαλοῦντο», οἵ τε ἀπόστολοι διὰ τῆς δωρεᾶς καὶ πάντα τὰ ἔθνη διὰ τῆς ἐνηχήσεως τῆς τοῦ θεοῦ θαυμαστῆς διδασκαλίας. εἰ γὰρ τὸ πνεῦμα τὸ παράκλητον, ὅπερ ἐπηγγείλατο τοῖς μαθηταῖς ὁ κύριος, ὁ ἀγύρτης οὗτος ἐτύγχανεν, ὁ ἐμμανὴς ἀληθῶς καὶ φερώνυμος τῆς ἑαυτοῦ ἐπωνυμίας, παρῆλθον οἱ ἀπόστολοι στερηθέντες τῆς ἐπαγγελίας, οἱ 3.44 ἀκούσαντες παρὰ τοῦ ἀψευδοῦς κυρίου «λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου 3.44 πνεύματος, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας». καὶ εὑρεθήσεται ὁ ἀπατεὼν τοῦ Χριστοῦ καταψευδόμενος, ὡς μὴ πληρώσαντος τὰ αὐτῷ εἰρημένα.