360
παρῆλθε γὰρ ἡ γενεὰ τῶν ἀποστόλων, φημὶ δὲ ἀπὸ Πέτρου ἄχρι Παύλου καὶ ἄχρι Ἰωάννου, τοῦ καὶ χρονίσαντος ἐν κόσμῳ ἄχρι τῶν Τραϊανοῦ χρόνων, καὶ παρῆλθεν Ἰάκωβος ὁ πρῶτος ἐπισκοπεύσας ἐν Ἱεροσολύμοις, ὁ ἀδελφὸς ἐπικληθεὶς τοῦ κυρίου, παῖς δὲ τοῦ Ἰωσήφ, ἀπὸ τῆς ἰδίας αὐτοῦ γυναικὸς γεννηθεὶς σὺν τοῖς λοιποῖς αὐτοῦ ἀδελφοῖς, οἷς συνανατραφεὶς ὁ κύριος Ἰησοῦς Χριστὸς ὁ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου κατὰ σάρκα γεννηθείς, ἐν τάξει ἀδελφῶν αὐτοὺς ἔσχε τοῦ καλεῖσθαι αὐτῶν ἀδελφός, καὶ οἱ σύνθρονοι αὐτοῦ πάντες οἱ ἅγιοι καὶ μετ' αὐτῶν Συμεών, ὁ υἱὸς τοῦ πατραδέλφου αὐτοῦ, υἱὸς τοῦ Κλωπᾶ, τοῦ ἀδελφοῦ Ἰωσήφ. ὧν τοὺς χρόνους καθεξῆς καὶ καθ' εἱρμὸν ἀπὸ τοῦ Ἰακώβου τοῦ ἐπισκόπου, φημὶ δὲ τοὺς κατὰ διαδοχὴν ἐπισκόπους ἐν Ἱεροσολύμοις καὶ τοὺς καθ' ἕκαστον βασιλέα γενομένους, ὑπέταξα, ἕως τοῦ χρόνου τοῦ προδηλωθέντος Αὐρηλιανοῦ τε καὶ Πρόβου, ἐν ᾧ οὗτος ὁ Μάνης ἐγνωρίζετο, ἄνθρωπός τις ὢν Πέρσης, ἐγγεννήσας τῷ βίῳ ταυτηνὶ τὴν ἀλλόκοτον διδασκαλίαν. καὶ ἔστιν οὕτως· 20. ˉα. Ἰάκωβος, ὃς ξύλῳ πληγεὶς ἐν Ἱεροσολύμοις ἐμαρτύρησε, μέχρι Νέρωνος. 3.45 ˉβ. Συμεὼν ἐπὶ Τραϊανοῦ ἐσταυρώθη. ˉγ. Ἰούδας. ˉδ. Ζαχαρίας. ˉε. Τωβίας. ˉ. Βενιαμίν. ˉζ. Ἰωάννης ἕως † δέκα ἐννέα ἔτους Τραϊανοῦ. ˉη. Ματθίας. ˉθ. Φίλιππος. ˉι. Σενέκας. ˉιˉα. Ἰοῦστος ἕως Ἀδριανοῦ. ˉιˉβ. Λευίς. ˉιˉγ. Οὐάφρης. ˉιˉδ. Ἰωσής. ˉιˉε. Ἰούδας † μέχρι ἑνδεκάτου Ἀντωνίου. 3.46 Οὗτοι δὲ ἀπὸ περιτομῆς ἐπεσκόπευσαν τῆς Ἱερουσαλήμ. ἐξ ἐθνῶν δὲ οὗτοι· ˉιˉ. Μάρκος. ˉιˉζ. Κασσιανός. ˉιˉη. Πούπλιος. ˉιˉθ. Μάξιμος. ˉκ. Ἰουλιανός. Οὗτοι πάντες μέχρις δεκάτου ἔτους Ἀντωνίνου εὐσεβοῦς. ˉκˉα. Γαϊανός. ˉκˉβ. Σύμμαχος. ˉκˉγ. Γάϊος ἕως ἡμερῶν Οὐήρου, ὀγδόου ἔτους αὐτοῦ. ˉκˉδ. Ἰουλιανός. ˉκˉε. Καπίτων. ˉκˉ. Μάξιμος ἕως ˉιˉ Οὐήρου. ˉκˉζ. Ἀντωνῖνος. ˉκˉη. Οὐάλης. ˉκˉθ. ∆ολιχιανός μέχρι Κομόδου. ˉλ. Νάρκισσος. ˉλˉα. ∆ῖος ἕως Σευήρου. ˉλˉβ. Γερμανίων. ˉλˉγ. Γόρδιος ἕως Ἀντωνίνου. 3.47 ˉλˉδ. Νάρκισσος, ὁ αὐτός, ἕως Ἀλεξάνδρου υἱοῦ Μαμαίας, οὐ τοῦ Μακέδονος, ἀλλὰ ἄλλου. ˉλˉε. Ἀλέξανδρος ἕως Ἀλεξάνδρου τοῦ αὐτοῦ. ˉλˉ. Μαζαβάνος ἕως Γάλλου καὶ Οὐολουσιανοῦ. ˉλˉζ. Ὑμέναιος ἕως Αὐρηλιανοῦ. Ὁμοῦ ἀπὸ ἀναλήψεως Χριστοῦ ἕως τοῦ Μάνη καὶ Αὐρηλιανοῦ καὶ Πρόβου βασιλέων ἔτη ˉσˉοˉ κατά τινας χρονογράφους, κατὰ δὲ ἄλλους ˉσˉμˉ· καὶ ἀπὸ τότε καὶ ἕως δεῦρο ἄλλοι ἐπίσκοποι ˉη· Βάζας, Ἕρμων, Μάκαρις, Μάξιμος, Κύριλλος, Ἑρέννις, Κύριλλος αὖθις, Ἱλαρίων, ὁ νῦνκατέχων τὴν ἐκκλησίαν, προσεγκληθεὶς τῇ τῶν Ἀρειανῶν κοινωνίᾳ. 3.48 Βασιλεῖς δὲ οἱ καθεξῆς, ὧν καὶ οἱ χρόνοι συνημμένοι· Αὐρηλιανοῦ περιλειφθέντος ἔτος ˉα· Τάκιτος μῆνας ἕξ, Πρόβος ἔτη ἕξ, Κᾶρος καὶ Καρῖνος καὶ Νουμεριανὸς ἔτη δύο. ∆ιοκλητιανὸς ἔτη εἴκοσι. Μαξιμιανὸς Λικίνιος Κωνσταντῖνος Κωνστάντιος Ἰουλιανὸς Ἰοβιανὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς ὁμοῦ ἔτη ˉοˉγ, ὡς εἶναι ἀπὸ τοῦ εἰρημένου Μάνη ἕως τοῦ παρόντος, τουτέστιν Οὐάλεντος μὲν ἔτους ˉιˉγ, Γρατιανοῦ δὲ ἔτους ˉθ, Οὐαλεντινιανοῦ δὲ νεωτέρου ἔτους ˉα, ∆ιοκλητιανοῦ δὲ ἔτους ˉˉγ, ἔτη ˉρˉα * ἵνα ἐν τετάρτῳ ἔτει Αὐρηλιανοῦ καὶ ἐν χρόνοις Ὑμεναίου ἐπισκόπου Ἱεροσολύμων ἐπίπεμπτος ἐξαποσταλῇ τῷ κόσμῳ, ὅπως τῇ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ διαβόλου ἐνεργείᾳ πλάνης καὶ φαντασίας ἀποστήσῃ ἀπὸ τῆς ἀληθείας τοὺς αὐτῷ πεισθέντας ἀπατήσας. 21. Ἐξελήλεγκται οὖν ἡ αὐτοῦ πανταχόθεν κυβεία, ὥς γε ὁ νοῦς τῶν συνετῶν πάντα ἀκριβῶς γνοὺς καταγνώσεται τῆς αὐτοῦ παραπεποιημένης ἐπινοίας. τὰ δὲ ἄλλα πάντα τὰ νομιζόμενα αὐτοῦ σοφίσματα ληρῳδίας ἔμπλεα, λοξά τε καὶ ἄστατα, παρὰ πᾶσι συνετοῖς γελοιαζόμενα· ἅτινα κατὰ λέξιν διελεῖν καὶ τὰ πρὸς ἀντίθεσιν πάντων αὐτῶν γράψαι βουλόμενος εἰς πολὺν ὄγκον ἐλάσω τῆς κατ' αὐτοῦ πραγματείας τὸν ἔλεγχον. ἤδη δὲ ἀνδράσι μεγάλοις θαυμαστῶς κατ' αὐτοῦ ἀντιρρήσεις τοῦ ἐλέγχου πεποίηνται, Ἀρχελάῳ