361
μὲν τῷ ἐπισκόπῳ, ὡς προείρηται, 3.49 Ὠριγένει δέ, ὡς ἀκήκοα, Εὐσεβίῳ δὲ τῷ Καισαρείας καὶ Εὐσεβίῳ τῷ Ἐμέσης, Σεραπίωνι Θμούεως, Ἀθανασίῳ τῷ Ἀλεξανδρείας, Γεωργίῳτῷ Λαοδικείας, Ἀπολλιναρίῳ τῷ Λαοδικείας, Τίτῳ, καὶ πολλοῖς τῶν κατ' αὐτοῦ εἰρηκότων. Οὐδὲν δὲ λυπήσει καὶ ἀπὸ τῆς ἡμῶν πτωχείας ὀλίγα εἰς αἰσχύνην τοῦ ἐλεεινοῦ ἀνθρώπου εἰπεῖν πρὸς ἀνατροπὴν τῆς αὐτοῦ κατὰ πάντα τρόπον πεπλανημένης διανοίας, ὡς καὶ ἤδη προείπομεν. ἠβουλόμην δὲ μὴ αὐστηροῖς ῥήμασι τὸν κατ' αὐτοῦ ποιήσασθαι ἔλεγχον, ἀλλὰ κατὰ δύναμιν ἐπιεικῶς, εἰ μὴ ὅτι τὸν τῶν πάντων δεσπότην ἀθυρογλώττως βλασφημεῖν οὐκ αἰσχύνεται, εὐθὺς αὐτὸν τὸν ποιητὴν ἀρνούμενος, τὸν τόδε τὸ πᾶν κύτος οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς καὶ τὰ ἐν τῷ κόσμῳ πάντα δημιουργήσαντα, ἕτερον δέ τινα φανταζόμενος θεὸν τὸν μὴ ὄντα, τὸν δὲ ὄντα καταλιπών. ἐξέπεσε γὰρ τῆς ἀληθείας καὶ συνέβη αὐτῷ τὸ τῆς γελοίου παροιμίας ἐνέργημα, ὡς ὁ κόραξ, βρῶμα ἔχων περὶ τὸ στόμα καὶ σκιὰν ἐν ὕδατι τοῦ βρώματος θεασάμενος, βουλόμενος ἑτέρας τροφῆς περιγενέσθαι τὴν οὖσαν ἀπώλεσε καὶ τὴν μὴ οὖσαν οὐκ ἐκτήσατο. τίς δὲ ἀνέξεται τοῦ βλασφήμου; εἰ γὰρ πατέρας ἔχομεν κατὰ σάρκα καὶ οὐ φέρομεν ἀκούειν τὸν τούτων ὑπό τινων ψόγον, πόσῳ γε μᾶλλον, τὸν κύριον θεὸν πάντων ὑπὸ τοῦ χαλεπωτάτου Μάνεντος βλασφημούμενον ἐὰν ἀκούσωμεν; ὅταν οὖν ἐν τῷ ἐλέει τοῦ θεοῦ ὄμβροι ἀποστέλλωνται κατὰ τὴν αὐτοῦ ἀγαθότητα, αὐτὸς βλασφημῶν οὐκ αἰσχύνεται φάσκειν μὴ ἐκ θεοῦ τοὺς 3.50 ὄμβρους εἶναι, ἀλλὰ ἀπὸ ἀπορροίας ἀρχόντων. 22. Τὰ δὲ ἄλλα εἰπεῖν τίς οὐκ ἐκγελάσειεν. ὡς τάχα τὰ τοῦ Φιλιστίωνος εἶναι ἀναγκαιότερα ἢ τὰ τῆς τούτου μιμολογίας; Ὠμοφόρον γὰρ μυθοποιῶν διδάσκει βαστάζοντα τὴν γῆν πᾶσαν, καὶ διὰ ἐτῶν φησὶ τριάκοντα κάμνοντος τοῦ ὤμου μεταφέρειν εἰς τὸν ἕτερον ὦμον, καὶ οὕτω τοὺς σεισμοὺς γίνεσθαι. εἰ δὲ ἦν τοῦτο, κατὰ φύσιν ἦν τὸ πρᾶγμα καὶ οὐκέτι ἦν θεσπέσιον. ἐλέγχουσι δὲ τὸν γόητα οἱ τοῦ σωτῆρος λόγοι, ὃς ἔφη «γίνεσθε ἀγαθοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς», καὶ τὸ «ἔσονται σεισμοὶ κατὰ τόπον καὶ λιμοὶ καὶ λοιμοί». εἰ δὲ ἐκ φύσεως ἢ κατὰ συνήθειαν οἱ σεισμοὶ ἐγίνοντο, πολλάκις δ' ἔσθ' ὅτε σεισμοὶ κατὰ χώραν γίνονται. συνέβη δὲ καὶ ἐπ' ἐνιαυτὸν ὁλοτελῆ καθ' ἑκάστην νύκτα πολλάκις σαλεύεσθαι τὴν γῆν, ἆρά γ' οὖν τραυματωθέντων τῶν τοῦ Ὠμοφόρου ὤμων ἀφερεπόνως ἄγεται. ἐνδελεχῆ ποιούμενος τὸν σάλον; καὶ τίς ἀνέξεται τῆς τοιαύτης μωρολογίας; τί δὲ ἄλλο ἀπίθανον οὐκ ἐτόλμησεν εἰπεῖν; φάσκει γὰρ ὁ τοιοῦτος ὅτι, φησί, αἱ ἐν γνώσει τῆς αὐτοῦ πλάνης ψυχαὶ γενόμεναι ἀναλαμβάνονται εἰς τὴν σελήνην, φωτεινῆς οὐσίας τῆς ψυχῆς ὑπαρχούσης. διό, φησί, πλήθει ἡ σελήνη καὶ φθίνει, πληρουμένη ἀπὸ τῶν ψυχῶν τῶν τελευτουσῶν ἐν γνώσει τῆς ἀπιστίας αὐτοῦ. εἶτα φησὶν ἀπογομοῦσθαι ἀπὸ τῆς σελήνης, τοῦ μικροτέρου ὥς φησι σκάφους, εἰς τὸν ἥλιον, τὸν ἥλιον δὲ παραλαμβάνειν καὶ ἀποτίθεσθαι εἰς τὸν τῶν μακάρων αἰῶνα φησίν. ἀεὶ δὲ τυφλὴ τυγχάνουσα ἡ κακία τὴν ἑαυτῆς αἰσχύνην ἀγνοεῖ, ὡς ἀπὸ τῶν λόγων αὐτῆς ἐλέγχεται, μὴ δυναμένη τελειῶσαι τῶν ψευσμάτων τὴν τελείωσιν. 23. Πρῶτον μὲν γὰρ ὅτι εἷς ἄνθρωπος πέπλασται ὁ Ἀδάμ, ἐξ οὗπερ γεγένηνται υἱοί τε καὶ θυγατέρες· ἐν τῇ ἀρχῇ δὲ τῆς κοσμοποιίας, 3.51 περὶ τὸ ἑκατοστὸν ἔτος τοῦ Ἀδὰμ πλείω ἐλάσσω, ἀποκτείνεται Ἄβελ, ὡς ἐτῶν ὑπάρξας ˉλ πλείω ἐλάσσω. μετὰ τοῦτον τὸν πρῶτον
ἀποκτανθέντα τελευτᾷ ἐπὶ τῆς γῆς ὁ Ἀδὰμ ὁ πρωτόπλαστος δι' ἐτῶν ˉϠˉλ, τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄστρων ἀπὸ τετάρτης ἡμέρας ἐν οὐρανῷ πηχθέντων καὶ κτισθέντων. τί οὖν εἴπωμεν, ὦ οὗτος; ὁμολογήσωμεν τὸν τῆς ἀνοίας σου ἔλεγχον; πῶς γὰρ ἠδύνατο ἐνακόσια τριάκοντα ἔτη γενέσθαι ἄνευ τοῦ φθίνειν σελήνην καὶ πλήθειν;