362
ποίων τοίνυν ψυχῶν τελευτησασῶν ἐνεπίμπλατο ἡ σελήνη καὶ ἐπληροῦτο; λέγε. ἀλλ' ἠγνόει Μανιχαῖος ὅτι εἰσὶ συνετοί, οὐ λόγοις ψευδέσι πειθόμενοι, ἀλλὰ ἀληθεστάταις ἀποδείξεσιν. εἰ δὲ δῶμεν ὅτι οὕτως ἐστὶν ὅπερ οὐκ ἔστι· μὴ γένοιτο καὶ ἀπὸ τῶν ψυχῶν τῶν Μανιχαίων γεμίζεται πληρουμένη ἡ σελήνη, πῶς ἔτι συσταθήσεται ἡ τοιαύτη ὑπόθεσις; εἰ γὰρ οὐδεὶς μετὰ τὴν πεντεκαιδεκάτην ἡμέραν τῆς σελήνης Μανιχαίων ἐτελεύτα, ἀλλὰ προθεσμία ἦν ὡρισμένη ἕως πεντεκαιδεκάτης τῆς σελήνης τοὺς Μανιχαίους ἀποθνῄσκειν, μετὰ δὲ πεντεκαιδεκάτην μηκέτι τελευτᾶν, ἕως ἀποτεθῇ ὁ τῆς σελήνης φόρτος, ἵνα ἄρξηται πάλιν ἀπὸ νεομηνίας γομοῦν, πιθανὸν ἄρα ἦν τὸ ψεῦσμα τῶν αὐτῶν, νῦν δὲ καὶ ἀπίθανον. καθ' ἡμέραν γὰρ τελευτῶσι καὶ τὰ ὡρισμένα στοιχεῖα ἐκ θεοῦ τὸν ἴδιον ἐπίστανται δρόμον. καὶ πάλιν οὐ σταθήσεται ὁ περὶ τῶν ψυχῶν ἐν τῇ σελήνῃ γενόμενος γόμος. 24. Καὶ τινὲς μὲν αὐτῶν πάλιν βούλονται κατὰ ἐπίνοιαν πανουργίας * φησί, τὴν μητέρα τῶν ὅλων συγχωρῆσαι δύναμιν ἰδίαν ἐξ οὐρανοῦ κατελθεῖν εἰς τὸ κλέψαι ἀπὸ τῶν ἀρχόντων καὶ ἀποσυλῆσαι ἀπ' αὐτῶν ἣν εἴληφαν ἄνωθεν δύναμιν. βούλεται γὰρ λέγειν ὅτι πολεμήσασαι αἱ 3.52 ἀρχαὶ καὶ ἐξουσίαι τὸν θεὸν τὸν ζῶντα καὶ τὴν μεγάλην καὶ ἀκατάληπτον * ἥρπασαν παρ' αὐτοῦ δύναμιν, ἣν καὶ ψυχὴν ὀνομάζει. καὶ ὦ τῆς πολλῆς τούτου ἀτοπίας. πᾶς γὰρ ἁρπαζόμενος καὶ βιοφορούμενος ὑποβέβηκεν. εἰ τοίνυν αἱ ἀρχαὶ ἀπὸ τῆς πανοπλίας καταδυναστεύσασαι τὸν ἀγαθὸν θεὸν δύναμιν παρ' αὐτοῦ ἀπέσπασαν, ἰσχυρότεραι αὗται ὑπὲρ ἐκεῖνον ἔσονται· ἐκεῖνος δὲ τούτοις τὸ πρῶτον ὑποχωρήσας εἰσαῦθις οὐ δύναται παρ' αὐτῶν ἀφελέσθαι τὴν ἀπ' αὐτοῦ ἀφηρπασμένην δύναμιν εἴτ' οὖν πανοπλίαν, ὁ ἐξ ἀρχῆς ἀντισχεῖν πρὸς τοὺς πολεμίους μὴ δεδυνημένος. καὶ ἄλλως· εἰ δὲ καὶ ποτὲ πάλιν ἐν νίκῃ γενόμενος ἀφέληται ἰσχύσας κατὰ τῶν δι' ἐναντίας τὴν ἀπ' αὐτοῦ ἀφηρπασμένην δύναμιν, τῆς τοῦ κακοῦ ῥίζης τε καὶ ἀρχῆς ἀνάρχου ἔτι ἐπιμενούσης καὶ παντελῶς μὴ δυναμένης ἀναιρεθῆναι, αὖθις πάλιν κατισχύσει ἐπιστρατεύσασα ἑαυτῇ περισσοτέραν δύναμιν καὶ τὴν πάλιν αὐτοῦ ληφθεῖσαν ἐκ τοῦ ἀγαθοῦ θεοῦ δύναμιν κατά τινα δυναστείαν ἐξισχύσασα πάλιν ἀφαιρήσειε· καὶ ἔσται ἀεὶ κατ' αὐτὸν τὸ κακὸν ἀνθιστάμενον καὶ μηδέποτε ἔχον τὴν κατάληψιν, εἰς τὸ διηνεκὲς ἁρπάζον τε καὶ ἁρπαζόμενον. εἰ δὲ καὶ λέξειαν οἱ τὰς φρένας βεβλαμμένοι ἀπατηθέντες τε κατὰ πάντα τρόπον ὅτι, ἐὰν τῆς πανοπλίας ὁ ἀγαθὸς θεὸς τὸ μέρος τὸ ἀπ' αὐτοῦ ἀφαρπαγὲν καιρῷ ἐλευθερώσῃ, τότε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῆς ἐναντίας δυνάμεως ἀφανίσειε καὶ ἐξολοθρεύσειε, καὶ εἰ ἔτι ἔσται τοῦτο καὶ εἰ ὅλως ἀφανίσει ὁ ἀγαθὸς θεὸς καὶ ἐξολοθρεύσει, ἐξέπεσεν ὁ τοῦ ἀγύρτου λόγος, ὁ φάσκων μὴ εἶναι δίκαιον τὸν ἀγαθόν, μηδὲ ἐν κρίσει κατακρίνειν 3.53 τὸν ἁμαρτάνοντα μήτε βασάνοις τινὰ παραδιδόντα μήτε κτείνοντα. εἰ γὰρ ὅλως τὸν διάβολον εἴτ' οὖν τὴν ἀντικειμένην ἐνέργειαν ἀφανίσαι τε καὶ ἐξολοθρεῦσαι πειρᾶται, ἢ κατ' αὐτὸν οὐκέτι ἔσται ἀγαθός, ὡς ὁ περὶ αὐτοῦ περιέχει λόγος, ἢ εἰ ἀγαθὸς ὢν τὸ πονηρὸν ἀναλίσκει, καὶ ἔσται οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν κύριος, ὡς καὶ ἔστιν ἐν ἀληθείᾳ, δίκαιος. «ὁ ἑκάστῳ ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτοῦ,» ὁ δι' ὑπερβολὴν ἀγαθότητος τῷ ἀγαθῷ καὶ κεκμηκότι ἐν ἀγαθότητι παρέχων τὸ ἀγαθὸν καὶ τῷ τὰ φαῦλα δεδρακότι τὸ δίκαιον ἀπονέμων. καὶ πανταχόθεν ἐξελήλεγκται αὐτοῦ ὁ λόγος, ὑποφθείρων καρδίας ἀνθρώπων εἰς τὰ ἐναντία. 25. Κατὰ λέξιν δὲ καθεξῆς ὑποτάξω ἁρμοττόντως τὸ αὐτοῦ φρόνημα ἀπὸ τῶν Ἀρχελάῳ πρὸς αὐτὸν πεπραγματευμένων ἐν τῇ πρὸς αὐτὸν ἀντιλογίᾳ, ὡς αὐτὸς ἀπεκάλυψε Τύρβων, εἷς τῶν αὐτοῦ μαθητῶν, περὶ οὗ ἄνω ἐπεμνήσθην. ἐπερωτησάντων τοίνυν τῶν περὶ Ἀρχέλαον τὸν ἐπίσκοπον καὶ Μάρκελλον Τύρβωνα περὶ τῆς τοῦ Μάνη διδασκαλίας, ὁ Τύρβων ἀπεκρίνατο λέγων ἅτινα ἐκ τοῦ βιβλίου παρεθέμην. καὶ ἔστιν