365
ὀπτήσας ἄρτον ὀπτηθήσεται. καὶ διὰ τοῦτο ἀπείρηται αὐτοῖς ἔργον ποιῆσαι. καὶ πάλιν φασίν, ὅτι εἰσὶν ἕτεροι κόσμοι τινές, τῶν φωστήρων δυνάντων ἀπὸ τούτου τοῦ κόσμου † ἐξ ὧν ἀνατέλλουσι. καὶ εἴ τις περιπατεῖ χαμαί, βλάπτει τὴν γῆν 3.66 καὶ ὁ κινῶν τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων καὶ τῶν ζῴων καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων καὶ τῶν ἑρπετῶν καὶ εἴ τι ἐν κόσμῳ ἐστίν· εἶπον γὰρ ὑμῖν ὅτι τὸ σῶμα τοῦτο οὐκ ἔστι τοῦ θεοῦ, ἀλλὰ τῆς ὕλης ἐστὶ καὶ σκότος ἐστὶ καὶ αὐτὸ σκοτωθῆναι δεῖ. 29. Περὶ δὲ τοῦ παραδείσου, ὃς καλεῖται κόσμος· ἔστι δὲ τὰ φυτὰ τὰ ἐν αὐτῷ ἐπιθυμίαι καὶ ἄλλαι ἀπάται διαφθείρουσαι τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκεῖνο δὲ τὸ ἐν παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτό ἐστιν ὁ Ἰησοῦς καὶ ἡ γνῶσις αὐτοῦ ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ πονηρόν. ὁ μέντοι κόσμος οὐδ' αὐτός ἐστι τοῦ θεοῦ, ἀλλ' ἢ ἀπὸ μέρους τῆς ὕλης ἐπλάσθη καὶ διὰ τοῦτο πάντα ἀφανίζεται. ὃ δὲ ἐσύλησαν οἱ ἄρχοντες ἀπὸ τοῦ πρώτου ἀνθρώπου, αὐτό ἐστι τὸ γεμίζον τὴν σελήνην, τὸ καθαριζόμενον καθημερινὸν ἀπὸ τοῦ κόσμου. καὶ ἐὰν ἐξέλθῃ ἡ ψυχὴ μὴ γνοῦσα τὴν ἀλήθειαν, παραδίδοται τοῖς δαίμοσιν ὅπως δαμάσωσιν 3.67 αὐτὴν ἐν ταῖς γεένναις τοῦ πυρός, καὶ μετὰ τὴν παίδευσιν μεταγγίζεται εἰς ἕτερα σώματα, ἵνα δαμασθῇ, καὶ οὕτω βάλλεται εἰς τὸ μέγα πῦρ ἄχρι τῆς συντελείας. 30. Περὶ δὲ τῶν παρ' ὑμῖν προφητῶν οὕτως λέγει· πνεύματα εἶναι ἀσεβείας ἤτοι ἀνομίας τοῦ σκότους τοῦ ἀπ' ἀρχῆς ἀνελθόντος, καὶ διὰ τούτων πλανηθέντες ἐν ἀληθείᾳ οὐκ ἐλάλησαν. ἐτύφλωσεν γὰρ αὐτῶν ὁ ἄρχων ἐκεῖνος τὴν διάνοιαν. καὶ εἴ τις ἀκολουθεῖ τοῖς λόγοις αὐτῶν, ἀποθνήσκει εἰς τοὺς αἰῶνας, δεδεμένος εἰς τὴν βῶλον, ὅτι οὐκ ἔμαθε τὴν γνῶσιν τοῦ παρακλήτου. ἐνετείλατο δὲ τοῖς ἐκλεκτοῖς αὐτοῦ μόνοις, οὐ πλέον ἑπτὰ οὖσι τὸν ἀριθμόν· ἐὰν παύσησθε ἐσθίοντες, εὔχεσθε καὶ βάλλετε ἐπὶ τῆς κεφαλῆς ἔλαιον ἐξωρκισμένον ὀνόμασι πολλοῖς, πρὸς στηριγμὸν τῆς πίστεως ταύτης. τὰ δὲ ὀνόματά μοι οὐκ ἐφανε3.68 ρώθη· μόνοι γὰρ οἱ ἑπτὰ τούτοις χρῶνται. καὶ πάλιν τὸ παρ' ὑμῖν τίμιον καὶ μέγα ὄνομα Σαβαώθ, αὐτὸ εἶναι τὴν φύσιν φησὶν τοῦ ἀνθρώπου καὶ πατέρα τῆς ἐπιθυμίας. καὶ διὰ τοῦτο φησὶν, ἁπλάριοι προσκυνοῦσι τὴν ἐπιθυμίαν, θεὸν αὐτὴν ἡγούμενοι. Περὶ δὲ τοῦ Ἀδὰμ πῶς ἐκτίσθη λέγει οὕτως· ὅτι ὁ εἰπών «δεῦτε, καὶ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», ἢ καθ' ἣν εἴδομεν μορφήν, ἄρχων ἐστὶν ὁ εἰπὼν τοῖς ἑτέροις ἄρχουσιν ὅτι δεῦτε, δότε μοι ἐκ τοῦ φωτὸς οὗ ἐλάβομεν, καὶ ποιήσωμεν ἄνθρωπον κατὰ τὴν ἡμῶν τῶν ἀρχόντων μορφὴν καὶ καθ' ἣν εἴδομεν, ὅ ἐστι ὁ πρῶτος ἄνθρωπος. καὶ οὕτως ἔκτισαν τὸν ἄνθρωπον. τὴν δὲ Εὔαν ὁμοίως ἔκτισαν, δόντες αὐτῇ ἐκ τῆς ἐπιθυμίας αὐτῶν πρὸς τὸ ἐξαπατῆσαι τὸν Ἀδάμ. καὶ διὰ τούτων γέγονεν ἡ πλάσις τοῦ κόσμου ἐκ τῆς τοῦ ἄρχοντος δημιουργίας. 31. Τὸν δὲ θεὸν μὴ ἔχειν μέρος μετ' αὐτοῦ τοῦ κόσμου μηδὲ χαίρειν ἐπ' αὐτῷ, διὰ τὸ ἐξ ἀρχῆς σεσυλῆσθαι αὐτὸν ὑπὸ τῶν ἀρχόντων 3.69 καὶ γενέσθαι αὐτῷ θλίψιν. τούτου χάριν πέμπει καὶ συλᾷ ἀπ' αὐτῶν τὴν ψυχὴν αὐτοῦ καθ' ἡμέραν διὰ τῶν φωστήρων τούτων, ἡλίου καὶ σελήνης, ὑφ' ὧν ὅλος ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις ἁρπάζεται. τὸν δὲ λαλήσαντα μετὰ Μωυσέως καὶ τῶν Ἰουδαίων καὶ τῶν ἱερέων τὸν ἄρχοντα λέγει εἶναι τοῦ σκότους· ὥστε ἕν εἰσι καὶ τὸ αὐτὸ οἵ τε Χριστιανοὶ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐθνικοί, τὸν αὐτὸν θεὸν σέβοντες. ἐν γὰρ ταῖς ἐπιθυμίαις αὐτοῦ ἐξαπατᾷ αὐτούς, οὐκ ὢν ἀληθείας θεός. διὰ τοῦτο οὖν ὅσοι ἐπ' ἐκεῖνον ἐλπίζουσι τὸν θεὸν τὸν μετὰ Μωυσέως λαλήσαντα καὶ τῶν προφητῶν, μετ' αὐτοῦ ἔχουσι δεθῆναι, ὅτι οὐκ ἤλπισαν ἐπὶ τὸν θεὸν τῆς ἀληθείας. ἐκεῖνος γὰρ κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἐλάλησε μετ' αὐτῶν. μετὰ δὲ πάντα ταῦτα ἐπὶ τέλει λέγει καθὼς αὐτὸς ἔγραψεν· ὁ † πρεσβύτης ὅταν προφάνῃ αὐτοῦ τὴν εἰκόνα, τότε ὁ Ὠμοφόρος 3.70 ἀφίησιν ἔξω τὴν γῆν, καὶ οὕτως ἀπολύεται τὸ μέγα