367
γελοῖόν τι ἐπιχειρήσομεν λέγοντες κατὰ τὴν αὐτοῦ μυθοποιίαν πρὸς ἔλεγχον αὐτοῦ, ὅτι εἰ ψυχαὶ τυγχάνουσαι κόκκοι φακοῦ καὶ φασηλίου καὶ ἐρεβίνθου καὶ τῶν ἄλλων, ψυχὴ δὲ καὶ ταύρου ἡ αὐτή, ἐπαινετοὶ μᾶλλον οἱ κρεωφαγοῦντες κατὰ τὸν αὐτοῦ λόγον ἤπερ οἱ τὰς πολιτείας ἐξασκοῦντες. δέδιε γὰρ κατὰ τὴν αὐτοῦ ῥαψῳδοποιίαν, μή πως μεταλαβὼν ἐμψύχων, ζῴων τε καὶ τῶν ἄλλων, καὶ αὐτὸς ὅμοιος γένηται. τοὐναντίον δὲ μᾶλλον· συνελθόντες γὰρ ἄνδρες πεντήκοντα ἢ καὶ ἑκατὸν ἐξ ἑνὸς ταύρου οἱ πάντες τραφήσονται, ὡς κατὰ τὴν αὐτοῦ ματαίαν συκοφαντίαν *· ὅμως πρὸς ἔλεγχον λεκτέον ὅτι οἱ πεντήκοντα ἢ οἱ ἑκατὸν ἔνοχοι γίνονται 3.74 μιᾶς ψυχῆς, ὁ δὲ τοὺς κόκκους τῶν σπερμάτων ἐσθίων μᾶλλον ἐν ἑνὶ βροχισμῷ μεταλήψεως τριάκοντα καὶ τεσσαράκοντα ψυχῶν ἔσται αἴτιος. καὶ πάντα αὐτοῦ μάταια καὶ γελοιώδη. 35. Παντὶ γὰρ τῷ νοῦν ἔχοντι ἐν κυρίῳ * τὰ τῆς ἀληθείας τεκμήρια εὔδηλα δήπουθέν ἐστιν ἐξ αὐτῆς τῆς ἀληθινῆς διδασκαλίας· καὶ γὰρ τοῦ σωτῆρος οὐδὲν ἀληθέστερον πρὸς ἀποκάλυψιν ζωῆς ἀνθρώπων. φάσκει γὰρ οὗτος ὁ βάρβαρος ἡμῖν παρελθὼν Πέρσης καὶ δοῦλος τὴν γνώμην- οὐδὲν γὰρ ἐλύπει τὸ δοῦλον αὐτὸν εἶναι κατὰ τὸ σῶμα-φησὶν οὖν ὅτι πᾶσαι αἱ ψυχαὶ ἴσαι εἰσὶν καὶ ἡ μία ἐν ἅπασι τυγχάνει, ἔν τε ἀνθρώποις καὶ κτήνεσι καὶ θηρσὶ καὶ πετεινοῖς καὶ ἑρπετοῖς καὶ ζῴοις πτηνοῖς τε καὶ ἐναλίοις, κνωδάλοις τε καὶ ἐν σπέρμασι γενημάτων, ἐν ξύλοις τε καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρατοῖς. καὶ οὐχ οὕτως ὑπέδειξεν ὁ κύριος ἡμῶν. ἦ γάρ, ἐλθὼν σῶσαι τὴν ἀνθρωπότητα, καὶ τὴν τῶν κτηνῶν ἐποιεῖτο τὴν τῆς ἰάσεως ἐπιμέλειάν τε καὶ θεραπείαν καὶ ἀνάστασιν τῶν πεπτωκότων ζῴων συνάγων *; ἀλλ' οὐχ οὕτως διηγεῖται οὐδὲ οὕτως διδάσκει· μὴ γένοιτο, ἀλλ' οἶδε μὲν αὐτὸς τὰς ψυχὰς τῶν ἀνθρώπων σῴζειν, ὡς συλλήβδην συνειληφὼς διὰ τοῦ αἰνίγματος ἔφη «οὐκ ἦλθον, εἰ μὴ διὰ τὸ πρόβατον τὸ ἀπολωλός», ἵνα εἴπῃ πᾶσαν φύσιν ἀνθρωπείαν. καὶ τί φησίν; «ἐθεράπευε πάντας, οὓς ἔφερον αὐτῷ, σεληνιαζομένους καὶ κατεχομένους ἐν ποικίλαις νόσοις»· προσέφερον αὐτῷ τυφλούς, κωφούς, κυλλούς, παραλυτικούς, ἀναπήρους, καὶ ἐπὶ πάντας ἥπλου τὴν αὐτοῦ εὐεργεσίαν τε καὶ ἰατρείαν, οὐδαμοῦ δὲ γέγραπται ὅτι προσήνεγκαν αὐτῷ ζῷα. εἶτα πάλιν «ἐλθὼν εἰς τὰ μέρη τῆς Γεργεσθᾶν», ὡς ὁ Μάρκος λέγει, ἢ «ἐν τοῖς ὁρίοις τῶν Γεργεσηνῶν», ὡς ὁ Λουκᾶς φησιν, ἢ «Γαδαρηνῶν», ὡς ὁ Ματθαῖος, ἢ Γεργεσηνῶν, ὡς ἀντίγραφά τινα ἔχει τῶν γὰρ τριῶν κλήρων ὁ τόπος ἀνὰ μέσον ἦν «καὶ ἰδοὺ δύο δαιμονιζόμενοι, χαλεποὶ λίαν, ἐκ τῶν μνημείων ἐξερχόμενοι· καὶ ἔκραζον λέγοντες· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ, ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. ἦν δὲ ἀγέλη χοίρων ἐκεῖ βοσκομένη καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς ἐκ τῶν ἀνθρώπων, ἀπόστειλον ἡμᾶς εἰς τοὺς χοίρους. καὶ ὥρμησαν εἰς τὴν θάλασσαν καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν». καὶ ἐν μὲν τῷ Ματθαίῳ περὶ δύο λέγεται δαιμονιζομένων, χοίρους δὲ σημαίνει 3.75 ἁπλῶς καὶ οὐ τὸν ἀριθμὸν δηλοῖ. ὁ δὲ Μάρκος καὶ τὴν ἀκρίβειαν τοῦ ἀριθμοῦ τῶν χοίρων διηγήσατο, εἰπὼν ὅτι «ἦλθε δὲ εἰς τὰ μέρη τῆς Γεργεσθᾶν, καὶ ἀπήντησεν αὐτῷ δαιμονιζόμενος, ὃς ἐδεσμεῖτο ἁλύσεσι σιδηραῖς καὶ διέσπα τὰ δεσμά, καὶ ἐν τοῖς μνημείοις διῆγε, καὶ ἔκραζεν· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. καὶ ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς· τί σοι ὄνομά ἐστι; καὶ εἶπεν ὅτι λεγεών, ὅτι πολλὰ δαιμόνια εἰσῆλθεν εἰς αὐτόν. καὶ παρεκάλουν αὐτὸν μὴ ἀποσταλῆναι ἔξω τῆς χώρας, ἀλλὰ εἰσελθεῖν εἰς τοὺς χοίρους· ἦν γὰρ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ ἐπέτρεψεν αὐτοῖς εἰσελθεῖν εἰς τοὺς χοίρους. καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ἦσαν γὰρ ὡς δισχίλιοι καὶ ἐπνίγησαν ἐν τῇ θαλάσσῃ. καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀνήγγειλαν ἐν τῇ πόλει». ἆρα οὖν δι' ἄγνοιαν ἠρώτα ὁ θεὸς Λόγος ὁ