368
δι' ἡμᾶς ἄνθρωπος γεγονώς, καὶ οὐκ ᾔδει τὸ ὄνομα τοῦ δαιμονίου πρὶν ἐρωτῆσαι; ἀλλὰ εἴωθε τὸ θεῖον ἐκ στόματος τῶν ἐρωτωμένων τὰς προφάσεις ἑκάστης ὑποθέσεως ἐκδήλους παρασκευάζειν. οὕτω καὶ ἐνταῦθα, ἵνα δείξῃ τὸ φοβερὸν καὶ τὸ πλῆθος τῶν δαιμόνων, τὸ ἐρώτημα ποιεῖται, ἵνα ἐκ στόματος ἐκείνων τὸ θαυμαστὸν ἔργον ὑποδειχθήσεται. «καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· μὴ πέμψῃς ἡμᾶς εἰς τὴν ἄβυσσον, ἀλλ' ἐπίτρεψον ἡμῖν ἵνα εἰσέλθωμεν εἰς τοὺς χοίρους. καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξῆλθον οἱ δαίμονες καὶ εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν». 36. Ὦ μεγάλης θεοῦ φιλανθρωπίας. πῶς τὸ μὲν ψεῦδος ἐλέγχει, τοῖς δὲ δούλοις αὐτοῦ τὴν ἀλήθειαν ὑποδεικνύει δι' ἔργων καὶ διὰ λόγων καὶ διὰ πάσης αὐτοῦ τῆς ἐπιμελείας. ἔργῳ γὰρ ἔδειξεν οὐχὶ τὴν αὐτὴν ψυχὴν εἶναι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς κτήνεσι καὶ ἐν τοῖς ζῴοις. εἰ γὰρ ἡ αὐτὴ ψυχὴ ὑπῆρχε, τίνι τῷ λόγῳ ἕνα μὲν βουλόμενος καθαρίσαι ἢ μίαν ψυχὴν σῶσαι, τὴν τοῦ ἀνθρώπου τοῦ δαιμονῶντος, δισχιλίας ὁμοῦ ψυχὰς ἀπολέσαι οὐκ ἐφείσατο; εἰ ἡ αὐτὴ ἦν, πῶς τὸν ἕνα καθαρίζει ἢ τὴν μίαν ψυχὴν σῴζει, εἰς δὲ τὰ ἄλλα σώματα εἴτ' οὖν ψυχὰς ἐπιτρέπει τοὺς δαίμονας εἰσέρχεσθαι; οὐκ ἔστι δῆλα τὰ τοῦ φωτὸς ἔργα; οὐκ «ἐν φωτί» εἰσιν οὗτοι οἱ λόγοι «εἰργασμένοι»; οὐ τῆς ἀληθείας τὸ πρόσωπον φαιδρόν; οὐχὶ «πάντα λεῖα τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν;» τίς ταῦτα ἀκούσας καὶ συγκρίνας οὐκ ἐλέγχῃ τὸν Μάνην καττύοντα ἃ μὴ δεῖ 3.76 εἰς τὸ τὴν διάνοιαν τῶν ἀνθρώπων ἐκ τοῦ ὄντος διαστρέφειν; ἀλλὰ πάλιν οἱ ἀλιτήριοι *. ἀκήκοα γὰρ καί τινος οὕτω διαλεγομένου· ὡς παρ' ἡμῶν ἤκουσε ταυτηνὶ τὴν πραγματείαν, στραφεὶς ὁ κτηνώδης ἐνόμισε μή πῃ ἄρα τι δύναται κατὰ τῆς τοῦ θεοῦ ἀληθείας καὶ χλεύης ἔμπλεα ῥήματα ἑαυτῷ προβαλλόμενος † ἐνόμισε τὰ ἀληθινὰ τῷ ψεύδει * μηχανᾶσθαι, καὶ φησίν· ἀλλὰ διενήνοχε τοῖς χοίροις τὸ τεθνάναι· ἀπηλλάγησαν γὰρ αἱ ψυχαὶ ἀπὸ τῶν σωμάτων καὶ ἐσώθησαν. 37. Καὶ πολλὴ ἄνοια τῶν μὴ βλεπόντων καὶ τὴν διάνοιαν τυφλωττόντων μηδὲ εἰς αἴσθησιν ἀκοῆς τὰ ὑπ' αὐτῶν λεγόμενα λαμβανόντων. εἰ γὰρ ὅλως τὸ ἀπὸ τοῦ σώματος ἀπαλλαγῆναι τὰς ψυχὰς σωτηρίαν ἡγεῖται, ἔδει μᾶλλον τὸν σωτῆρα ἀποκτεῖναι τὸν δαιμονῶντα ἄνθρωπον, ἵνα σωθῇ ἡ ψυχὴ ἀπὸ σώματος ἀνθρώπου ἀπαλλαγεῖσα. οὐκοῦν ἠγάπα μᾶλλον τὰς ψυχὰς τὰς ἐν τοῖς χοίροις ὑπὲρ τὴν ψυχὴν τὴν τοῦ ἀνθρώπου. τίνι γὰρ τῷ λόγῳ οὐχὶ καὶ τὸν ἄνθρωπον μετὰ τῶν χοίρων ἐπέτρεψεν ἐμβληθῆναι εἰς θάλασσαν καὶ ἀποθανεῖν, εἰς τὸ τὰς ψυχὰς ὅλας τοῦ τε ἀνθρώπου καὶ τῶν χοίρων καθαρίσαι καὶ σῶσαι; ἀλλ' οὐχ οὕτως εἴδομεν, ἀλλὰ Λάζαρον μὲν ἀπὸ μνημείου τεταρταῖον καλεῖ καὶ ἐγείρει καὶ εἰς κόσμον ἐπιστρέφει, οὐ πονηρίαν αὐτῷ προξενῶν οὐδέ τι ἀβέλτερον αὐτῷ ἐργαζόμενος. «ἠγάπα γὰρ τὸν Λάζαρον» φησὶν ἡ γραφή. ὃν ἠγάπα τοίνυν, πῶς ἐν τῇ σαρκὶ ἀνακάμψαι ἐποίει, εἴπερ πονηρὰ ἡ σάρξ; πῶς δὲ οὐκ εἴασε μᾶλλον τὸν ἅπαξ ἀποθανόντα καὶ ἀπὸ σώματος σωθέντα; καὶ μή τις νομίσῃ τὸν Λάζαρον εὐθὺς πάλιν τετελευτηκέναι. δείκνυσι γὰρ σαφῶς τὸ ἅγιον εὐαγγέλιον ὅτι ἀνέκειτο ὁ Ἰησοῦς καὶ ὁ Λάζαρος ἀνέκειτο μετ' αὐτοῦ· ἀλλὰ καὶ ἐν παραδόσεσιν εὕρομεν ὅτι τριάκοντα ἐτῶν ἦν τότε ὁ Λάζαρος, ὅτε ἐγήγερται. μετὰ δὲ τὸ ἀναστῆσαι αὐτὸν τὸν κύριον ἄλλα τριάκοντα ἔτη ἔζησε, καὶ οὕτω πρὸς κύριον ἐξεδήμησε. κοιμηθεὶς δὲ ἐκλίθη μετὰ σεμνοῦ ὀνόματος * καθάπερ πάντες ἕως τῆς ὥρας τῆς ἀναστάσεως, ὅτε μέλλει ὁ μονογενὴς ὡς ὑπέσχετο ἀποκαθιστᾶν τὸ σῶμα τῇ ψυχῇ καὶ τὴν ψυχὴν τῷ σώματι, καὶ ἀποδιδόναι «ἑκάστῳ καθὰ ἔπραξεν, ἤτοι ἀγαθὸν ἤτοι φαῦλον.» 3.77 38-39. Εἰ μὴ γὰρ σωμάτων ἀνάστασις ἦν, πόθεν «βρυγμὸς ὀδόντων»; ἀλλὰ μὴ πάλιν τὰ τῆς φρενοβλαβείας τινὲς εἴπωσιν ὅτι· «ὀδόντες ἐπὶ τὸ μασᾶσθαι ἡμῖν εἰσι κατεσκευασμένοι, ποίαν τοίνυν ἐδωδὴν μέλλομεν