369
ἐσθίειν μετὰ τὴν τῶν νεκρῶν ἀνάστασιν;» εἰ γὰρ μετὰ ἀνάστασιν δεύτερον βέβρωκεν ὁ Ἰησοῦς καὶ «ἐξ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίον», καὶ συνηυλίσθη τοῖς μαθηταῖς δι' ἡμερῶν τεσσαράκοντα, ἆρα οὐκ ἔσται βρῶσις; καὶ περὶ μὲν βρώσεως σαφές ἐστιν ὅτι «μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» καὶ αὐτοῦ τοῦ κυρίου ἡ ὑπόσχεσις ὅτι «ἔσεσθε καθήμενοι ἐπὶ τῆς τραπέζης τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες». καὶ τὸ μὲν ἐσθίειν καὶ πίνειν αὐτῷ μόνῳ ἔγνωσται, ἐπειδὴ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». ἀλλ' ἐπειδὴ ἐφθάσαμεν ἐπὶ τῷ τόπῳ τούτῳ, τὰς διαφορὰς τῶν ψυχῶν ὑφηγούμενοι, * καὶ ταῦτα ἐξ αὐτῆς τῆς ἀληθείας καὶ τοῦ ὑποδείγματος ἐντελοῦς ὄντος, ὅτι ἄλλη μὲν ψυχὴ ἀνθρώπου, ἄλλη δὲ κτήνους, καὶ οὐκ ἦλθε σῶσαι τὴν ψυχὴν τοῦ κτήνους, ἀλλὰ τοῦ ἀνθρώπου, διότι τὰ κτήνη οὐ κρίνεται. ἄνθρωποι μὲν γὰρ κληρονομοῦσι βασιλείαν οὐρανῶν καὶ ἄνθρωποι κρίνονται. «ἀπελεύσονται γὰρ οὗτοι εἰς κρίσιν αἰώνιον καὶ οὗτοι εἰς ζωὴν αἰώνιον,» φησὶν ὁ μονογενής. 40. Τί δὲ οἱ τὰ ζητήματα κατοπτεύοντες; ἐπὰν φθάσωσι καὶ μὴ καταλάβωσι τοῦ ῥητοῦ τὴν σαφήνειαν, ἀσχάλλουσιν μᾶλλον ἀντίθετα ἑαυτοῖς διανοούμενοι ἤπερ χρήσιμα ἑαυτοῖς θηρώμενοι, ἐπειδὴ γὰρ ὁ Ματθαῖός φησι δύο δαιμονιζόμενοι, ὁ δὲ Λουκᾶς περὶ ἑνὸς διηγεῖται. καὶ γὰρ καὶ εἷς τῶν εὐαγγελιστῶν λέγει ὅτι οἱ λῃσταὶ οἱ συνεσταυρωμένοι ἐβλασφήμουν αὐτόν, ὁ δὲ ἄλλος οὐχί, ὅτι οὐ μόνον οὐκ ἐβλασφήμουν οἱ ἀμφότεροι, ἀλλὰ καὶ ἀπολογίαν τοῦ ἑνὸς σημαίνει. καὶ γὰρ «ἐπετίμα τῷ ἑτέρῳ, καὶ ἔλεγεν ὅτι οὐ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι ἐσμέν, οὗτος δὲ ὁ ἅγιος οὐδὲν ἄτοπον ἐποίησε». καὶ πρὸς ἐπὶ τούτοις ἐπεφώνει λέγων «μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», καὶ τοῦ σωτῆρος πρὸς αὐτὸν εἰπόντος ὅτι «ἀμὴν λέγω σοι, σήμερον 3.78 μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». ἔοικε δὲ ταῦτα ὡς διαφωνίαν ἔχοντα ἐν τῇ γραφῇ. ἀλλὰ πάντα λεῖα ὑπάρχει. κἄν τε γὰρ ἐν τῷ Ματθαίῳ δύο εἰσὶ δαιμονιζόμενοι, παρὰ τῷ Λουκᾷ οἱ αὐτοὶ ὑπάρχουσιν. ἀλλ' ἐπειδὴ εἴωθεν ἡ γραφὴ προφάσεις διδόναι τῶν εἰργασμένων, τούτου ἕνεκα οὐ μνημονεύει Λουκᾶς τῶν δύο, ἀλλὰ τοῦ ἑνός. δύο μὲν γὰρ ἦσαν οἱ ἀπὸ τῶν δαιμονίων τεθεραπευμένοι, εἷς δὲ παρέμεινε τῇ πίστει, ὁ δὲ ἕτερος ἐξώκειλε. διὰ τοίνυν τὴν παραμονὴν τῆς πίστεως ἠκολούθει τῷ Ἰησοῦ, ὡς ἔχει τὸ εὐαγγέλιον, «εἰς οἷον ἀπήρχετο τόπον». τούτου ἕνεκα τὸν ἕνα παρέλιπε καὶ τοῦ ἑνὸς τοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπεμνήσθη. καὶ οὐδὲν ἐναντιοῦται πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν. 41. Ἤδη δὲ καὶ ἑτέραν πρόφασιν ὁμοίαν ταύτης τῆς ὑποθέσεως τὸ εὐαγγέλιον διηγεῖται ὡς περὶ ἑνός. ὁ κύριος δέκα λεπροὺς ἐκαθάρισε καὶ οἱ ἐννέα ἀπελθόντες οὐκ ἔδωκαν δόξαν τῷ θεῷ, ὁ δὲ εἷς ὑποστρέψας ἔμεινεν, ὁ καὶ ὑπὸ κυρίου ἐγκωμιαζόμενος, καθὸ ἔφη «δέκα λεπροὶ ἐκαθαρίσθησαν. διὰ τί οὐδὲ εἷς ἐξ αὐτῶν ὑπέστρεψε δοῦναι δόξαν τῷ θεῷ, ἀλλὰ μόνος οὗτος ὁ ἀλλογενής;» καὶ ὁρᾷς ὅτι διὰ τὸ εὐαίσθητον καὶ τὸ τῆς εὐγνωμοσύνης ἔργον τοῦ ἑνὸς ἀντὶ τῶν δέκα μνημονεύει. ὡσαύτως δὲ ἐπειδὴ ὁ εἷς εὐαγγελιστὴς περὶ λῃστῶν ἐμνημόνευσεν. εἰώθαμεν γὰρ τὰ ἑνικὰ πληθυντικὰ λέγειν καὶ τὰ πληθυντικὰ ἑνικά. φάσκομεν γὰρ ὅτι «διηγησάμεθα ὑμῖν» καὶ «ἑωράκαμεν ὑμᾶς» καὶ «ἥκαμεν πρὸς ὑμᾶς», καὶ οὐ δύο οἱ λέγοντες, ἀλλὰ εἷς ὁ παρών, ὁ δὲ εἷς κατὰ τὴν συνήθειαν τῆς χρήσεως ἐκ προσώπου πολλῶν πληθυντικῶς διηγεῖται. οὕτω πληθυντικῶς περιείληφεν ἡ τοῦ εὐαγγελίου ὑπόθεσις, ὁ δὲ ἕτερος διηγεῖται ὅτι εἷς μὲν ἦν ὁ βλάσφημος, ὁ δὲ εἷς ἐξωμολογεῖτο καὶ ἔτυχε σωτηρίας. καὶ ὁρᾷς ὡς πάντα τὰ τῆς ἀληθείας σαφῆ ὑπάρχει καὶ οὐδὲν ἐναντίον ἐν τῇ γραφῇ. ἀλλὰ πάντα ταῦτα κατὰ τὴν γραφὴν διεξιόντες εἰς πλάτος ἠλάσαμεν ὡς οἶμαι τοῦ λόγου τὸ διήγημα. καὶ γένοιτο μὲν ἡμᾶς κάμνειν τῷ πλάτει τοῦ λόγου, ἐλέγχειν δὲ τοὺς κατὰ τῆς ἀληθείας *, εὐφραίνειν δὲ τοὺς υἱοὺς ταύτης διὰ τῶν