370
τῆς ἀληθείας ἰατικῶν φαρμάκων. 42. Εἶτα πάλιν ἴδωμεν τὰ ἕτερα τοῦ ἀγύρτου. φάσκει γὰρ τὰς δύο διαθήκας ἐναντίας πρὸς ἀλλήλας καὶ τὸν θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ ἕτερον ὄντα παρὰ τὸν θεὸν τοῦ εὐαγγελίου. κἀκείνῳ μὲν ὄνομα ἄρχοντος τίθησιν, ὧδε δὲ τὸν υἱὸν καὶ τὸν πατέρα * ἀγαθὸν θεὸν ἑαυτοῦ λέγει. 3.79 καὶ εἴθε ἠλήθευε καὶ οὐ σφαλλόμενος καθ' ἑαυτοῦ ἐβλασφήμει. τῷ δὲ αὐτῷ λόγῳ καὶ αὐτοὶ συμφωνοῦμεν, ὅτι ἀγαθοῦ πατρὸς τὸ ἀγαθὸν γέννημα, φῶς ἐκ φωτός, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ ἦλθε πρὸς ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ· «εἰς τὰ ἴδια ἦλθε», καὶ οὐκ εἰς τὰ ἀλλότρια· «οἱ ἴδιοι δὲ αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἵματος οὐδὲ ἐκ σαρκός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν». καίτοι γε οὐδεὶς ἐν τῷ κόσμῳ ἄνευ σαρκὸς ἐγεννήθη καὶ αἵματος, ἀλλὰ πάντες μέτοχοι σαρκὸς καὶ αἵματος γεγόνασι· τί γὰρ ἦσαν πρὶν ἢ ἐν σαρκὶ γεννηθῶσιν ἢ τί δυνάμεθα εἶναι ἄνευ σαρκός; ἐπειδὴ δὲ ὁ κόσμος ἐκ θεοῦ γέγονε καὶ ἡμεῖς κτισθέντες ἐκ σαρκὸς μὲν ἐσμὲν γεγεννημένοι πατέρων καὶ μητέρων, ἦλθεν ὁ κύριος γεννῆσαι ἡμᾶς ἐκ «πνεύματος καὶ πυρός». ἐγεννήθημεν γάρ, καὶ ἔστιν ἀληθές, καὶ οὐ δύναταί τις ἀρνήσασθαι τὴν πρώτην γέννησιν οὐδὲ τὸ ἐκ σαρκὸς εἶναι. τὴν δὲ δευτέραν γέννησιν οὐκ ἐκ σαρκὸς γεγεννήμεθα οὐδὲ ἐξ αἵματος, τουτέστιν οὐ τῇ ἀποχρήσει τῆς σαρκὸς κεχρημένοι καὶ τοῦ αἵματος, ἀλλὰ σάρκα καὶ ψυχὴν ἐν πνεύματι κεκτημένοι μηκέτι σαρκικὴν οὖσαν, ἀλλὰ αἷμα καὶ σάρκα καὶ ψυχὴν πνευματικῶς συνηνωμένα· τουτέστιν «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι», τοῖς μεταβάλλουσι τὴν γνώμην καὶ διὰ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς θεῷ εὐαρεστήσασιν. ὁ γοῦν εἰς τὰ ἴδια ἐλθὼν οὐκ ἀλλότριός ἐστιν, ἀλλὰ δεσπότης πάντων. καὶ διὰ τοῦτο λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι,» καὶ τοῖς Ἰουδαίοις ἔφη «εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε,» καὶ «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη,» καὶ «οὕτως οἱ πατέρες ὑμῶν ἐποίουν τοῖς προφήταις,» καὶ «μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν ψευδόμενοι. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωκον τοὺς προφήτας τοὺς πρὸ ὑμῶν», καὶ ἄλλοτε «Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου;» τὸ δὲ ποσάκις δεικνύει διὰ προφητῶν αὐτοῦ συνάξαι αὐτὴν ἐπιμελησάμενον. εἰ γὰρ «ἀποκτένουσα τοὺς προφή3.80 τας» λέγει ἐλεγκτικῶς, ἄρα τῶν προφητῶν ποιεῖται τὴν ἐπιμέλειαν. 3.80 ὁ δὲ τῶν προφητῶν ἐπιμελούμενος οὐκ ἀλλοτρίων ἐπεμελεῖτο, ἀλλὰ τῶν ἰδίων. «καὶ ζητηθήσεται» φησί «τὸ αἷμα τὸ ἐκχυνόμενον ἀπὸ αἵματος Ἄβελ ἄχρι Ζαχαρίου τοῦ δικαίου. τοῦ ἐκκενωθέντος ἀνὰ μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.» * «καὶ ἄρας πάντα καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ εἶπε, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου», καὶ πρὸς τοὺς περὶ Μαριὰμ καὶ Ἰωσὴφ ἔλεγε «τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» καὶ εὐθὺς ἐπιφέρει τὸ εὐαγγέλιον λέγον ὅτι εἶπε «μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου,» ὡς λέγει «καὶ ἐμνήσθησαν οἱ μαθηταὶ ὅτι ἦν γεγραμμένον· ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με». 43. Καὶ πόσα ἔστιν εἰπεῖν διὰ τοιούτων * εὐαγγελίων καὶ τῶν ἀποστόλων εἰς ἔλεγχον τῆς τοῦ Μάνη μανίας καὶ ἀνατροπήν, ὡς βούλεται διαιρεῖν καὶ ἀπαλλοτριοῦν τὴν παλαιὰν διαθήκην ἀπὸ τῆς καινῆς, τῆς παλαιᾶς μαρτυρούσης περὶ τοῦ σωτῆρος καὶ τοῦ σωτῆρος ὁμολογοῦντος τὴν παλαιὰν διαθήκην, οὐ μόνον, ἀλλὰ καὶ † αὐτοὶ οἱ ἀπόστολοι, ὡς λέγει ∆αυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου. εἰ οὖν κύριον αὐτὸν λέγει, πῶς υἱὸς αὐτοῦ ἐστι;» καὶ πάλιν ἐν ἑτέρῳ λέγει τῶν παίδων κραζόντων ὡσαννὰ τῷ υἱῷ ∆αυίδ, «καὶ οὐκ ἐπετίμα αὐτοῖς» καὶ ὡς