371
λέγουσιν οἱ Φαρισαῖοι· οὐκ ἀκούεις τί οὗτοι λέγουσι; κώλυσον αὐτά, ὁ δὲ πρὸς αὐτούς «ἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται». υἱὸς μὲν γὰρ ∆αυίδ ἐστι κατὰ σάρκα, κύριος δὲ τοῦ ∆αυὶδ κατὰ πνεῦμα, τῶν ἀμφοτέρων λέξεων δυνατῶν οὐσῶν καὶ ἀληθευουσῶν. οὐδὲν γὰρ ἔστι παραπεποιημένον ἐν τῇ ἀληθείᾳ. Ἀλλὰ ἵνα μὴ μηκύνω τὴν ὑπόθεσιν ταύτην, ἀρκεσθήσομαι ταύταις ταῖς μαρτυρίαις, ἐλεύσομαι δὲ εἰς τὰ ἕτερα, ἐξελέγχων τὸν ἀγύρτην. 3.81 εἰ τὸ σῶμα ἑτέρου θεοῦ, ὦ οὗτος, καὶ ἡ ψυχὴ ἄλλου θεοῦ, τίς κοινωνία τῶν ἀμφοτέρων; καὶ δέδια ὡς εἰς πόσον ὄγκον βυθοῦ διανοημάτων ἐγκύπτειν πειρᾶται ὁ τῆς ἡμῶν βραχύτητος μικρὸς νοῦς. διὸ χαλιναγωγήσω ἐμαυτόν, ἵνα μὴ πολὺν κάματον ποιήσωμαι ἀναγνώσεως τοῖς δυναμένοις καὶ ἀπὸ μιᾶς μαρτυρίας ἐξελέγξαι τὸν γόητα. τὸ μὲν γὰρ ἐπὶ τὸ αὐτὸ κοινωνεῖν οὐκ ἔστι διαφερομένων πρὸς ἀλλήλους. ἀλλὰ ἑνὸς τὸ ἔργον ἢ δύο φίλων ἡ ἐργασία. τοῦ σώματος τοίνυν καὶ τῆς ψυχῆς ἐπὶ τὸ αὐτὸ ὄντων ἑνὸς θεοῦ τὸ ἔργον. οὐ γάρ ἐστι διαίρεσις, διὰ τὸ ἀμφότερα συνεργεῖν πρεπόντως καὶ συνδοξάζειν. εἰ δὲ κατὰ τὸν τούτου λόγον καταφαγόντες οἱ ἄρχοντες τὴν ψυχὴν ἐποίησαν αὐτῇ δεσμὸν τουτοῒ τὸ σῶμα, πῶς τὴν βεβρωμένην αὖθις ἐγκλείουσιν εἰς σῶμα; πᾶν γὰρ τὸ βιβρωσκόμενον ἀναλίσκεται, τὸ δὲ ἀναλισκόμενον καὶ εἰς τὸ ἀνύπαρκτον χωρεῖ. τὸ δὲ χωροῦν εἰς τὸ ἀνύπαρκτον καὶ μηκέτι ὂν οὔτε ἔν τινι τόπῳ περικέκλεισται οὔτε ἔστιν οὔτε γενήσεται αὐτῷ τόπος δεσμωτηρίου τῷ μὴ ὑπάρχοντι. 44. Πολλάκις δὲ τῆς ἑαυτοῦ διανοίας ἐπιλαθόμενος περὶ ὧν δ' ἂν εἴποι ἐπιλανθάνεται, καὶ ἅ ποτε κατασκευάζει, τὰ αὐτὰ πάλιν ἀνασκευάζει ἀγνοῶν. ὁτὲ μὲν γὰρ τὴν ψυχὴν φάσκει τὴν βεβρωμένην * ἐγκατάκλειστον ὁριζόμενος ἐν σώμασι τοῖς οὖσιν, ὁτὲ δὲ ἀφηρπάσθαι ἀπὸ τῶν ἀρχόντων ἄνωθεν ἐκ τῆς πανοπλίας τοῦ ἀγαθοῦ θεοῦ τὴν αὐτὴν ὁρίζεται, ὡς μηκέτι βεβρῶσθαι, ἀλλὰ ᾐχμαλωτεῦσθαι. ποτὲ δὲ τὴν αὐτὴν αἰχμάλωτον ληφθεῖσαν οὐκέτι συνᾳδόντως * λέγει, ἀλλ' ἕτερον τρόπον τὴν κατ' αὐτὴν ὑπόθεσιν διηγεῖται, φάσκων ὡς δέλεαρ αὐτὴν ἑκουσίᾳ γνώμῃ παραβεβλῆσθαι ὑπὸ τῆς ἄνωθεν δυνάμεως, δίκην ἐρίφου ἐν βόθρῳ βληθέντος εἰς τὸ τὸν θῆρα ἀγρεῦσαι, ἐρεθισθέντα τε καὶ κατελθόντα τὸν ἔριφον λαβεῖν, καὶ οὕτως αὐτὸν τὸν θῆρα θηρευθῆναι. καὶ εἰ μὲν ἀπὸ τῆς ἰδίας δυνάμεως τὸν ἔριφον ἀπέστειλεν ἡ ἄνω δύναμις, ὅ ἐστιν ὁ ἀγαθὸς θεὸς ἢ τὸ φῶς, ὡς αὐτὸς ὀνομάζει, κἄν τε θηρεύσῃ τὸν θῆρα, τέως πρῶτον ὁ ἔριφος καταβρωθήσεται καὶ μᾶλλον ἑαυτὴν βλάψει ἡ ἄνω δύναμις, μέρος αὐτῆς ὑποβάλλουσα εἰς βρῶμα τῷ θηρί, 3.82 ἵνα δι' οὗ μέρους αὐτὴ ζημιουμένη δόξῃ, τὸν θῆρα θηρεύσῃ, καὶ οὐκέτι ὡς ἰσχύουσα καὶ ὑπερτάτη καὶ δυνατὴ λόγῳ ἢ θελήματι τὸν θῆρα χειρώσεται, ἀλλὰ μηχανᾶται πολυτρόπως καὶ πανουργεύεται, ἵνα δυνηθῇ τοῦ θηρὸς περιγενέσθαι. καὶ εἰ ὅλως θηρευθείη ὁ θήρ, ἤδη ἀπὸ τοῦ ἰδίου μέρους ἀπεβάλετο τὸν ἔριφον τὸν βεβρωμένον, κἄν τε ὅλως δυνηθείη θηρεῦσαι. εἰ γὰρ τὴν ψυχὴν ἀπέστειλεν ἐνταῦθα ἡ ἄνω δύναμις, ἵνα διὰ τῆς ψυχῆς πεδήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θηρεύουσα, οὐκ ἀπέβη ὁ σκοπὸς τῇ οὕτω βουλευσαμένῃ. κἄν τε γὰρ ἀπέστειλε τὴν ψυχὴν θηρεῦσαι, τεθήρευται, ἢ παγιδεῦσαι, πεπαγίδευται, ἐλθοῦσα ἀπὸ καθαρᾶς φύσεως καὶ ὑποπεσοῦσα πρῶτον μὲν δεσμῷ σώματος τῆς ὕλης, εἶτα δὲ καὶ πολλαῖς τῶν ἁμαρτημάτων ἀτοπίαις, καὶ πανταχόθεν διαπίπτει ὁ τοῦ πλάνου λόγος καὶ ἡ τοῦ ἀλιτηρίου διδασκαλία. 45. Φέρε δὴ ἴδωμεν καὶ περὶ τῆς μητρὸς τῆς ζωῆς, ἣν φάσκει ἐκ τῆς ἄνω δυνάμεως προβεβλῆσθαι καὶ αὐτὴν δὲ τὴν μητέρα τῆς ζωῆς προβεβληκέναι τόν τε πρῶτον ἄνθρωπον καὶ τὰ πέντε στοιχεῖα, ἅτινά ἐστιν, ὡς ἐκεῖνος. λέγει· ἄνεμος, φῶς, ὕδωρ, πῦρ καὶ † ὕλη. ταῦτα δὲ ἐνδυσάμενον αὐτὸν ὡς πρὸς κατασκευὴν πολέμου κατελθεῖν κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες πολεμοῦντες αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή. ὦ ἀγύρτου μιμολογίας, ὦ χλεύης