372
ἀσυνεικάστου καὶ γελοιώδους ὑποθέσεως † τὰ ἐπίχειρα· πανταχόθεν ἀδυναμίαν προσάπτει τῷ θεῷ, πανταχόθεν ἄγνοιαν ὁρίζεται τῷ πάντα γινώσκοντι θεῷ. ὁ γὰρ προβαλὼν τὴν μητέρα τῆς ζωῆς, κατὰ τὸν αὐτοῦ λόγον, ἢ ὅτι ἀγνωσίαν εἶχε, τίνα τὰ ἀπὸ τῆς μητρὸς τῆς ζωῆς ἐπιτελούμενα, ἢ ὅτι ἀποτελεσθέντα παρὰ τὴν προσδοκίαν τῆς διανοίας τὰ συμβεβηκότα ἄλλως * εὑρεθέντα, ὄνειδος φέρει. ἄγνοιαν γὰρ ὀφλήσειε ὁ ἕτερα μὲν διανοηθεὶς ἀποβήσεσθαι, ἕτερα δὲ εὑρὼν ἐς ὕστερον γενόμενα οὐ κατὰ τὴν αὐτοῦ θέλησιν. ἡ γὰρ μήτηρ τῆς ζωῆς ἡ παρ' αὐτῷ δύναμις καλουμένη, * ἐξ αὐτοῦ προβληθεῖσα, ὡς «αἰσχρόν ἐστι καὶ τὸ λέγειν» μητέρα ζωῆς. οὐ γὰρ ὑποδέχεται τοῖς τὸν σώφρονα λογισμὸν κεκτημένοις τι θῆλυ ἐν τῇ θεότητι διανοεῖσθαι. καὶ αὕτη δέ, φησίν, ἡ θήλεια προεβάλετο τὸν πρῶτον ἄν3.83 θρωπον *, καὶ ὅλως εἰπεῖν τὸν πρῶτον ἄνθρωπον † τὴν φύσιν καὶ τὴν μητέρα τῆς ζωῆς ἐκ τῶν ἐν ἡμῖν γιγνομένων φαντάζεται. ἄνθρωπος γὰρ κέκληται ἐπὶ τῆς γῆς καὶ μήτηρ † ἐκ τῆς γῆς ἡμᾶς γεννήσασα, ἡ ἐκ θεοῦ τῷ Ἀδὰμ κεκτισμένη. φαντάζεται δὲ ἀπὸ τῶν ἰδίων λογισμῶν ὁ κτηνώδης ἐν οὐρανῷ τοιαῦτα εἶναι ὁποῖα καὶ ἐπὶ τῆς γῆς ὑπάρχει, ἅτινα οὐκ ἐπιδέχεται, ὡς ὁ θεῖος λόγος πάντη διδάσκει. λέγει γὰρ «σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων,» καὶ οὔπω ὅλως τὰ ὑπεράνω τῶν οὐρανῶν ὁ ἀπόστολος διηγήσατο, ἀλλὰ περὶ τῶν φαινομένων τούτων τῶν σῶμα ὑπαρχόντων, ἡλίου λέγω ἢ σελήνης ἔλεγεν ἢ περὶ τῶν ἐπὶ γῆς ὄντων καὶ τῶν σωμάτων τῶν ἁγίων, ὥς γε διανοούμεθα ταπεινοὶ ὄντες. εἰ δὲ καὶ περὶ τῶν ὑπὲρ οὐρανὸν ἔσται λόγος διὰ τὸ ἐν αὐτῷ τῷ ἀποστόλῳ τῆς γνώσεως βαθύτατον χώρημα, οὐ πάντως ὁριζόμεθα. ὅμως πολλὰ τὰ ἐπουράνια διαφέρειν τῶν ἐπιγείων λέλεκται, πόσῳ μᾶλλον τὰ ὑπεράνω τῶν οὐρανῶν; πόθεν οὖν δύναται τοῖς ἐπιγείοις ἀπεικάζεσθαι, ὦ οὗτος; 46. Τὸν δὲ πρῶτον ἄνθρωπον ὃν φάσκεις πάλιν κατεσκευακέναι ἑαυτῷ πανοπλίας χάριν τὸν ἄνεμον, τὸ φῶς, τὸ πῦρ, τὸ ὕδωρ, τὴν ὕλην, ἵνα * εἰ μὲν ἄνωθέν ἐστιν ὁ πρῶτος ἄνθρωπος καὶ ὧδε ἦλθεν ἑαυτῷ κατασκευάσαι τὴν πανοπλίαν καὶ προβάλλειν ἑαυτῷ ταύτην εἰς θωρακισμὸν ἑαυτοῦ καὶ ἐνδυναμίαν, ἄρα δυνατώτερα τὰ ἐν τῷ κόσμῳ τούτῳ ὑπὲρ τὸν ἄνωθεν ἐλθόντα ἀπὸ τῶν ἐπουρανίων. ὕδωρ γάρ ἐστι τὸ ὁρατὸν καὶ φῶς τὸ φαινόμενον καὶ ὕλη ἡ κατὰ σὲ φθειρομένη καὶ ἄνεμος ὁ ἐν ἡμῖν ἐνηχούμενος καὶ τὸ πῦρ τοῦτο ᾧ ἀκωλύτως οἱ πάντες κεχρήμεθα ἐν ταῖς χρείαις. καὶ εἰ διὰ τοιούτων τοὺς ἄρχοντας πολεμεῖ, τίς ἡ ἐνέργεια τοῦ πολέμου, λέγε· τίς ἡμῖν σαλπίσειεν, ἀρχηγὸς πολέμου γινόμενος· διατέμωμεν τὰς φάλαγγας, ἐπισυστήσωμεν τὰ πτερὰ τοῦ πολέμου; τίς βάλοι πρῶτον βέλος κατὰ τὸν τοῦ χαλεπῶς μανέντος 3.84 λόγον κατὰ τῆς ἀρχῶν καὶ ἐξουσιῶν ὑποστάσεως; ἄνεμος πολεμεῖ, ὦ οὗτος; ἀλλὰ ὕλη ἡ κατὰ σὲ φθειρομένη; ἀλλὰ τὸ πῦρ τὸ εἰς χρῆσιν ἡμετέραν κατασκευασθὲν ὑπὸ τοῦ κυρίου; ἀλλὰ τὸ φῶς τὸ ὑποχωροῦν τῷ σκότει ἀνὰ μέρος διαστημάτων τῶν χρόνων ἐκ θεοῦ τεταγμένων; ἀλλὰ τὸ ὕδωρ; ποίῳ τρόπῳ; διήγησαι τὰ παρὰ σοὶ κενοφωνούμενα. καὶ γὰρ ὁρῶμεν διὰ τούτων μᾶλλον καὶ ἀγαθὰ καὶ φαῦλα γινόμενα. ἐν τῷ γὰρ πυρὶ θυσίαι γίνονται εἰδώλοις, καὶ οὐ παραιτεῖται τὸ πῦρ οὐδὲ κωλύει τὴν ἁμαρτίαν. τῷ ὕδατι τῆς θαλάσσης σπένδουσιν οἱ τοῖς δαιμονίοις προσκυνοῦντες, καὶ οὐ κεκώλυταί ποτε ἐν ὕδατι ὁ πειρώμενος ἄνοιαν ἐπιτελέσαι. πόσοι δὲ πειραταὶ φόνους εἰργάσαντο ἐν ὕδασι θαλάσσης; καὶ μᾶλλον οὐκ ἐναντίον τὸ ὕδωρ τοῖς ἄρχουσι τῆς πονηρίας, ὡς σὺ λέγεις, ἀλλὰ συνεργητικὸν μᾶλλον τὸ ὕδωρ, οὐκ ὄντος αἰτίου τοῦ ὕδατος, ἀλλὰ αἰτίου ἑκάστου ἀνθρώπου τῆς ἑαυτοῦ ἁμαρτίας. καὶ ὦ τῆς πολλῆς σου φλυαρίας. τί δὲ ὠφέλησεν ἡ κατασκευὴ τῶν ὅπλων καὶ ὁ θωρακισμὸς τῶν στοιχείων τὸν πρῶτον κατὰ σὲ ἄνθρωπον, τὸν κατελθόντα πολεμῆσαι καὶ ὑπὸ τοῦ σκότους καταπονηθέντα; φάσκεις γὰρ ὅτι