373
ἐθλίβη ἐκεῖ κάτω ὁ ἄνθρωπος· εὐξαμένου δὲ αὐτοῦ ἤκουσεν ὁ πατήρ, ὡς ἔφης, καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προβληθεῖσαν ὑπ' αὐτοῦ, λεγομένην πνεῦμα ζῶν. ἔπαρόν σου τὸ προσωπεῖον, ὦ κωμῳδοποιὲ Μένανδρε. ἐκεῖνος γὰρ ὢν σεαυτὸν σκεπάζεις, μοιχῶν ἔργα διηγούμενος καὶ μέθης· οὐδὲν γὰρ ἐν σοὶ καθέστηκε. τῶν γὰρ Ἑλλήνων τὰ ποιήματα ἀντὶ τῆς ἀληθείας παρεισφέρων πλανᾷς τοὺς ὑπὸ σοῦ ἠπατημένους. τάχα γὰρ ὑπὲρ σὲ Ἡσίοδος ἐφρόνησε τὰ περὶ τῆς θεογονίας ποιητεύματα διηγησάμενος, τάχα Ὀρφεύς, τάχα Εὐριπίδης. ἐκεῖνοι γὰρ κἂν καταγέλαστα διηγήσαντο, δῆλοί εἰσιν ὅτι ποιηταὶ ὑπάρχοντες ἐποιητεύσαντο τὰ οὐκ ὄντα· σὺ δὲ ὡς ὄντα διηγῇ, ἵνα τὴν πλάνην περισσοτέραν ἐργάσῃ. 47. Τοῦτο φάσκεις τὸ πνεῦμα τὸ ζῶν κατελθὸν κάτω δεδωκέναι δεξιὰν καὶ ἀνενηνοχέναι ἀπὸ τοῦ σκότους τὸν πρῶτον λεγόμενον παρὰ σοὶ ἄνθρωπον, τὸν κάτω ἐν τοῖς κατωτέροις κινδυνεύσαντα, τὸν κατελθόντα σῶσαι τὴν βεβρωμένην ψυχὴν καὶ μὴ δυνηθέντα σῶσαι, ἀλλὰ αὐτὸν κεκινδυνευκότα· εἰς σωτηρίαν ἀπεσταλμένος ἐκινδύνευσε καὶ ἐπεδεήθη ἑτέρου πάλιν ἀπεσταλμένου πρὸς τὴν τούτου σωτηρίαν. πόσῳ γε μᾶλλον ἡ ψυχὴ κινδυνεύσειε, δι' ἣν ὁ ἀπεσταλμένος πρῶτος 3.85 ἄνθρωπος ἐλθὼν ἐκινδύνευσεν; ἀλλὰ καὶ δεύτερον ἀπεσταλμένον εἰς τὸ σῶσαι. ὅπερ φάσκεις εἶναι αὐτὸ πνεῦμα ζῶν. κατὰ μετάμελον ἄρα ὁ πατὴρ ἀπέστειλε τὸν ἔτι ἰσχυρότερον, ἵνα τοῦ πρώτου ἀνθρώπου σωτὴρ γένηται, ἢ ἠγνόει μὲν ἐκεῖνον ἀδυνατοῦντα τὸν πρῶτον, καὶ ὑπολαμβάνων ὅτι σώσει, κινδυνεύσαντος δὲ αὐτοῦ ὕστερον διὰ τῆς πείρας ἐγνωκὼς προβάλλεται καὶ ἀποστέλλει; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία, ὦ Μανιχαῖε, καὶ ἀσύστατον τὸ παρὰ σοῦ ληρολόγημα τῆς πάσης διδασκαλίας. φάσκει δὲ πάλιν ὅτι κατελθὸν τὸ πνεῦμα ἔδωκε δεξιὰν καὶ ἀνήνεγκε τὸν πρῶτον κινδυνεύσαντα ἄνθρωπον. διὰ τοῦτο μυστήριον τοῖς ἑαυτοῦ μαθηταῖς παραδέδωκεν εἰς τὸ ἐπιδιδόναι δεξιάν, ὅταν ἀλλήλοις συναντήσωσι, σημείου χάριν, ὡς ἀπὸ σκότους σωθέντες. ἐν γὰρ τῷ σκότει πάντα φάσκει εἶναι, πλὴν αὐτοῦ μόνου. καὶ γὰρ οἱ τυφλοὶ χλεύης ἕνεκα μᾶλλον παρὰ τῶν ὁρώντων τὸ κακόφημον ἐκκλίνοντες πολὺ βλέποντες ἀκούουσι. 48. Εἶτα φάσκει πάλιν, ἑτέρας τινὰς κατασκευὰς ἡμῖν καὶ ἀρχιτεκτονίας ἐργαζόμενος, ὡς παρὼν ἐκεῖσε καὶ φανταζόμενος τὰ μὴ ὄντα, ὅτι τότε τοῦτο τὸ ζῶν πνεῦμα ἔκτισε, φησί, τὸν κόσμον. καὶ αὐτὸ τρεῖς ἑτέρας δυνάμεις φορέσαν καὶ κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν σῶμα ἡ σφαῖρα. καὶ τῷ μὲν «ἀνήνεγκεν» οὔτε νοεῖ ὁ κτηνώδης πῶς ἑαυτῷ ἀντιμάχεται καὶ τὰ παρ' αὐτῷ ἐπαινετὰ ψέγει καὶ τὰ ψογιζόμενα εἰς ἔπαινον φέρει, δίκην μεθύοντος καὶ παραφερομένου καὶ ἕτερα ἀνθ' ἑτέρων παραλαλοῦντος. φάσκει γὰρ τοὺς ἄρχοντας κάτω ὑπάρχοντας ἐν τῷ σκότει πονηρᾶς εἶναι ὑποστάσεως καὶ * φθορᾶς τὸ χωρίον. καὶ εἰ ἐκ ταύτης τῆς φθορᾶς καὶ εἰ ἐκ τοῦ μέρους τοῦ σκότους τὸ πνεῦμα βιασάμενον τοὺς ἄρχοντας εἰς τὰ ἄνω ἀνήνεγκεν, ἐπὶ τιμωρίᾳ δῆθεν, φαύλων τε χωρίων τὴν μετάστασιν ποιούμενον ἐπὶ τιμωρίᾳ μετέσπασεν εἰς τὰ ἄνω, οὐκέτι ἔσται τὰ ἄνω ἀγαθὰ καὶ ὑποστάσεως ζωτικῆς, ἀλλὰ μᾶλλον θανάτου καὶ τὰ κάτω οὐκέτι τιμωρία, ἀλλὰ ἀγαθῆς τινος οὐσίας· ἐξ οὗ τόπου βουληθὲν τὸ πνεῦμα εἰς τιμωρίαν μεταβαλεῖν τοὺς ἄρχοντας ἀπὸ τῶν ἡδέων καὶ ἀναγκαίων ἐπὶ τὸν τιμωρὸν τόπον μετήγαγεν, ἵν' οὕτως αὐτοὺς 3.86 τιμωρήσοιτο. καὶ ἄλλως· εἰ τὸ πνεῦμα τὸν κόσμον πεποίηκε, πῶς πάλιν λέγεις τὸν κόσμον μὴ ὑπὸ θεοῦ γεγενῆσθαι; καὶ εἰ τῶν ἀρχόντων τυγχάνει σῶμα τὸ στερέωμα, ἐν ποίῳ ἄρα σταυρῷ προσέπηξε τοὺς ἄρχοντας; ποτὲ μὲν γὰρ λέγεις αὐτοὺς ἐν τῷ στερεώματι πεπῆχθαι, ποτὲ δὲ αὐτὸ τὸ στερέωμα σῶμα τῶν αὐτῶν ὁρίζῃ. καὶ πολλή σου ἡ ἀσυναρτησία τῶν λόγων, ἥτις οὐδεμίαν ἀκολουθίαν πρὸς τὴν ἀλήθειαν ἔχει· * ὡς ἐν πᾶσιν ἡμῖν ἐπιφοιτήσας πολέμιος, μᾶλλον δὲ ἑαυτῷ καὶ τοῖς σου τὴν γνώμην