374
δεχομένοις. 49. Εἶτα πάλιν φάσκει ὁ αὐτὸς ὅτι μετὰ τὸ ἐσταυρωκέναι τοὺς ἄρχοντας ἐν τῇ σφαίρᾳ ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψανα. καὶ οὐ λέγει τὴν ψυχήν, ἀλλὰ τῆς ψυχῆς λείψανα. ὦ ἀσυστάτου δόγματος καὶ λόγων ψευδῶν καὶ ἀσυναρτήτων. πᾶν γὰρ τὸ λείψανον μέρος τυγχάνει τοῦ πληρώματος, τὸ δὲ πλήρωμα μεῖζον τυγχάνει τοῦ λειψάνου. εἰ τοίνυν τὰ λείψανά εἰσιν οἱ φωστῆρες, δειξάτω ἡμῖν τι μειζότερον τῶν φωστήρων, ἵνα ἴδωμεν τὴν ψυχήν. εἰ δὲ τὸ μὲν πλήρωμα βέβρωται καὶ ἀνάλωται, λείψανον δὲ οἱ φωστῆρες, ἄρα καὶ αὐτοὶ ὑποκάτω τῶν ἐσταυρωμένων ἀρχόντων ὄντες βρωθήσονται, τῶν ἀρχόντων τὴν ἐπανότητα κεκτημένων. εἰ δὲ διὰ τὸ ἐσταυρῶσθαι μηκέτι δύνανται ἐν καθέξει τῆς ψυχῆς καὶ τῶν φωστήρων εἶναι, διέπεσεν ὁ σοῦ ληρώδης λόγος, ὦ Μανιχαῖε. Εἶτα πάλιν ὁ αὐτὸς διδάσκων ὅτι μετὰ τὸ ἐπιτιμῆσαι τῷ Ὠμοφόρῳ ἔκτισε, φησίν, ἑαυτῇ καὶ ἡ ὕλη πάντα τὰ φυτά, καὶ συλωμένων τῶν αὐτῶν ὑπὸ τῶν ἀρχόντων ἐκάλεσεν ὁ μέγας ἄρχων πάντας τοὺς ἄρχοντας καὶ πρωτίστους, καὶ ἔλαβεν ἀπ' αὐτῶν ἀνὰ μίαν δύναμιν καὶ κατεσκεύασεν ἄνθρωπον κατὰ τὴν ἰδέαν τοῦ πρώτου ἀνθρώπου ἐκείνου καὶ ἐδέσμευσε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶν ἡ τῆς συγκράσεως ὑπόθεσις. ὅτε δὲ εἶδε, φησίν, ὁ πατὴρ ὁ ζῶν θλιβομένην τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων, ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς. διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπεστάλθαι αὐτὸν φάσκει. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν 3.87 ἑαυτὸν εἰς ἀνθρώπου εἶδος καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπέλαβον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν καὶ ποιήσας τὴν δημιουργίαν πρὸς σωτηρίαν τῶν ἀνθρώπων μηχανὴν συνεστήσατο ἔχουσαν δώδεκα κάδους, ἥτις ὑπὸ τῆς σφαίρας στρεφομένη ἀνιμᾶται τῶν θνησκόντων τὰς ψυχάς. καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι λαβὼν καθαρίζει καὶ μεταδίδωσι τῇ σελήνῃ· καὶ οὕτω πληροῦται τῆς σελήνης ὁ δίσκος ὁ παρ' ἡμῖν προσαγορευόμενος. 50. Καὶ ὁρᾷς πόση τούτου τοῦ γόητος ἡ ληρῴδης φλυαρία καὶ μέθης λήθη; τὰ γὰρ ὑπ' αὐτοῦ λεγόμενα εἰς λήθην μεταδίδωσι καὶ ὅσα δοκεῖ λέγειν μετασκευάζει καὶ ἀνασκευάζει, τὰ ἴδια καταλύων δόγματα, ἄλλοτε μὲν ἄλλως καὶ ἄλλως διηγούμενος, καὶ τὰ ὕστερα τὰ πρῶτα καταλύει καὶ ἃ ἐν πρώτοις κατέλυσεν αὖθις πάλιν οἰκοδομεῖ, ὡς ἵνα δείξῃ ὅτι ἀφ' ἑαυτοῦ οὐ καθέστηκεν, ἀλλὰ ὑπὸ πνεύματος ἀκαθάρτου ἐλαυνόμενος ἄλλα ἀντ' ἄλλων διηγεῖται, καθάπερ οἱ φρενιτιῶντες. ἤτοι γὰρ τὴν παρουσίαν λέγει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ * μετὰ πολλὰ ἔτη τοῦ γενέσθαι τοὺς φωστῆρας ἦλθεν ἡ παρουσία καὶ μετὰ τὴν παρ' αὐτῷ μηχανὴν καλουμένην τῶν δώδεκα κάδων. ἀεὶ γὰρ ἐν οὐρανῷ ἐξότου γέγονε τυγχάνει τὰ ἄστρα· ἤτοι στοιχεῖα αὐτὰ καλεῖν βούλονται ἤτοι διαστήματα τοῦ οὐρανοῦ καὶ μέτρα, ὅμως ἀπὸ τετάρτης ἡμέρας τῆς κοσμοποιίας τὰ πάντα καλῶς τέτακται, οὐκ εἰς βλάβην τῶν ὑπὸ θεοῦ κυριευομένων. ἡ δὲ τοῦ Χριστοῦ παρουσία ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος * ἤρξατο τοῦ κηρύγματος, μετὰ τριακοστὸν ἔτος τῆς αὐτοῦ γεννήσεως, ὅπερ κατήντα εἰς πεντακισχιλιοστὸν πεντακοσιοστὸν ἔνατον ἔτος τῆς κοσμοποιίας καὶ τριακοστὸν τῆς αὐτοῦ ἡλικίας, τριακοστὸν δὲ τρίτον ἕως τοῦ σταυροῦ. πῶς οὖν ἀπὸ πρώτης ταῦτα ἐν οὐρανῷ ὑπῆρχε, 3.88 φωστῆρές τε καὶ ἄστρα; εἰ δὲ λέγει, πρὸ τούτου ἐλθὼν ἐποίησε ταῦτα, ἀσύστατος αὐτοῦ ἡ φλυαρία· πρὶν γὰρ τοῦ εἶναι ἄνθρωπον ἐπὶ τῆς γῆς, ἐγένοντο τὰ κατ' αὐτὸν καλούμενα στοιχεῖα καὶ οἱ δώδεκα μάτην καλούμενοι κάδοι καὶ ἡ μηχανή, † ἣν βούλεται χαριστικοῖς ὀνόμασι φαντάζειν τοὺς ὑπ' αὐτοῦ πεπλανημένους. 51. Παντὶ γὰρ τῷ σύνεσιν κεκτημένῳ φανερόν ἐστιν ἀπ' αὐτῆς τῆς γραφῆς καὶ ἀκολουθίας ὅτι πρὶν τοῦ πλασθῆναι τὸν Ἀδὰμ τὸν πρωτόπλαστον ἄνθρωπον γεγόνασιν ἐν τῇ τετάρτῃ ἡμέρᾳ πάντες οἱ ἀστέρες καὶ οἱ φωστῆρες. οὗτος δὲ λέγει ὅτι «ἦλθε, φησί,