375
ποιῆσαι τοὺς δώδεκα κάδους, ἐν ἰδέᾳ ἀνθρώπου καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος», καὶ ἀγνοῶν κἂν τὴν ἐξ ὑπαρχῆς γεγενημένην οἰκονομίαν νομίζει τι λέγειν καὶ ὡς τυφλὸς ἑαυτὸν ὁδηγῶν τοῖς ὑπ' αὐτοῦ τυφλωθεῖσι τὰ προχωροῦντα εἰς ψεύσματα ὑφηγεῖται. παρούσης δὲ τῆς ἀληθείας καὶ ἀνοιγούσης τὰ ὄμματα διαφανῶς τῶν συνετῶν εἰς γέλωτα φέρει τὴν αὐτοῦ ληρῳδίαν. ποίοις γὰρ ἀνθρώποις ἐφαίνετο τοῖς μὴ ὑπάρχουσι; πῶς δὲ ἐν ἀνθρώπου ἐφαίνετο ἰδέᾳ ὁ μὴ λαβὼν σῶμα; καὶ εἰ μὲν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ ἐπλήρου, τοῦτο φαινόμενος καὶ μὴ ὤν, δόκησις ἄρα ἦν τὰ πράγματα. ἄρα οὖν οὐ πέφηνεν οὐδὲ ἦλθεν. εἰ γὰρ ἐλθὼν οὐκ ἦν, οὐδὲ ἦλθεν ἀπ' ἀρχῆς. εἰ δὲ ἐνομίζετο μὲν ἄνθρωπος, οὐκ ἦν δὲ ἄνθρωπος, τί τὸ ἐπεῖξαν τὸν τοῦ θεοῦ Λόγον ἄνθρωπον φανῆναι μὴ ὄντα; εἰ μή τι ἀπὸ δανειστῶν ἑλκόμενος ἠβούλετο ἑαυτῷ σχηματοποιῆσαι ἰδέαν, ἵνα δυνηθῇ λαθεῖν τοὺς αὐτὸν ἐπιζητοῦντας. εἰ δὲ καὶ ἐφαίνετο καὶ οὐκ ἦν, ποία τις ἦν αὕτη ἡ ἀλήθεια; ἐν ἀληθείᾳ γὰρ οὐκ ἔνι ψεῦσμα, ὡς λέγει περὶ αὐτοῦ ὁ μονογενὴς ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». ἡ δὲ ζωὴ θάνατον οὐκ ἔχει καὶ ἡ ἀλήθεια οὐκ ἂν ἀλλοίωσιν ὑπομένοι, ἵνα μὴ τὴν ἀλήθειαν ταράξασα μηκέτι ἀλήθεια γένηται. καὶ διέπεσεν ἐκ παντὸς λόγου ἡ αὐτοῦ τραγῳδοποιὸς ὑπόθεσις. οὔτε γὰρ μετὰ τὴν παρουσίαν τὰ ἄστρα κέκτισται οὐδὲ πρὸ τοῦ γενέσθαι ἄστρα ἄνθρωποι ἦσαν. καὶ ἐντεῦθεν καὶ ἐκεῖθεν ἐξελήλεγκται ὁ πλάνος Μανιχαῖος, ὡς ἤδη μοι ἄνω δεδήλωται. 52. Περὶ δὲ τῆς ὑποθέσεως τῆς σελήνης φάσκει ὅτι ἐκ τῶν ψυχῶν ὁ δίσκος ἐμπίπλαται. πρὶν δὲ τοῦ ἀποθανεῖν ἄνθρωπον ἐπὶ τῆς γῆς, πόθεν ἐνεπίμπλατο ὁ δίσκος; μετὰ γὰρ ἐνακοσιοστὸν καὶ τριακοστὸν ἔτος τῆς τοῦ Ἀδὰμ ζωῆς πρῶτος ἀποθανὼν ἐπὶ τῆς γῆς, ἡ μία ψυχὴ πῶς ἐπλήρου 3.89 τὸν δίσκον; ἢ πῶς τὰ ἐνακόσια τριάκοντα ἔτη ἐκλήθη καὶ οἱ χρόνοι, εἰ μὴ ἡ σελήνη ἐπληροῦτο καὶ ἔφθινε καὶ τὸν αὐτῇ τεταγμένον δρόμον ἐτέλει, οὐκ ἀπὸ ψυχῶν λαμβάνουσα τὴν πλήμμυραν, ἀλλὰ ἀπὸ θεοῦ ἔχουσα τὸ πρόσταγμα τῆς αὐτοῦ σοφίας; πάντα δὲ τὰ ζῷα, φησί, γεμίζει τῆς αὐτῆς ψυχῆς, ἵνα ἐξισώσῃ ψυχὴν ἀνθρώπου καὶ μυὸς καὶ σκώληκος καὶ τῶν ἄλλων δυσγενῶν τῇ πλάσει σωμάτων. Τὰ δὲ ἄλλα λοιπὸν τῆς φλυαρίας, ὡς ἡ παρθένος φαίνεται τοῖς ἄρχουσι, ποτὲ μὲν εἰς ἀνδρὸς σχῆμα, ποτὲ δὲ εἰς θηλείας, τάχα τὸν ἑρμαφρόδιτον τοῦ αὐτοῦ δαίμονος ἰνδαλλόμενος τὰ ἑαυτοῦ πάθη εἰσηγεῖται τῆς ἐπιθυμίας. εἶτά φησιν, ὅταν ὁ ἄρχων ὁ μέγας συληθῇ ὑπὸ τῆς λεγομένης παρθένου, προβάλλει αὐτοῦ τὰς νεφέλας καὶ ποιεῖ λοιμὸν καὶ ἄρχεται τέμνειν τὰς ῥίζας καὶ οὕτω θάνατος γίνεται. καὶ οὐκ εἶδεν ὁ κτηνώδης ὅτι ὃν φάσκει θάνατον ψογίζων, μᾶλλον ζωὴν ὤφειλε καλεῖν, διὰ τὸ ἀπὸ σωμάτων ἀπαλλάττεσθαι τὰς ψυχάς. εἰ δὲ ὅλως τὸ εἶναι ἐν σώματι τὴν ψυχὴν φυλακὴν ἡγοῦνται οἱ ἄρχοντες, τοῦτο οὐδέποτε ἐπιτελεῖ ὁ ἄρχων, ἵνα ἀπαλλάξῃ ἀπὸ δεσμωτηρίου τὴν ὑπ' αὐτοῦ κατεχομένην ψυχὴν κατὰ τὸν αὐτοῦ λόγον. καὶ πόση τις ἀτοπία ἐν ταύτῃ τῇ κυβευτικῇ διδασκαλίᾳ; 53. Τὰ δὲ ἄλλα χλεύης ἔμπλεα, ὡς οἱ ἐκλεκτοὶ αὐτῶν καλούμενοι. καὶ τῷ μὲν ὄντι ἐξελέγησαν ὑπὸ τοῦ διαβόλου εἰς κατάκριμα, ὅπως πληρωθῇ τὸ εἰρημένον «καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά». ἐκεῖνοι γὰρ καθεζόμενοι κηφῆνες καὶ «μηδὲν ἐργαζόμενοι, ἀλλὰ περιεργαζόμενοι» καὶ μηδὲ γινώσκοντες * οἷς ἐπικηρυκεύεται ὁ ἅγιος ἀπόστολος, λέγων ὡς κατὰ προφητείαν γινώσκων ὅτι οὐκ ἐκ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπιφοιτῶσιν, ἀλλὰ ἐκ τοῦ διαβόλου ἐμβεβροντημένοι τινὲς ἀργοὶ καὶ αὐθάδεις κακῶν· φάσκει γὰρ λέγων «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω», ἵνα παραχαράξῃ τὴν τῶν παρέργων τούτων ὑπόθεσιν. παρακελεύονται οὖν τοῖς αὐτῶν κατηχουμένοις τρέφειν αὐτοὺς δαψιλῶς. οἱ δὲ πᾶν ὁτιοῦν ἀναγκαῖον προσφέρουσι τοῖς ἐκλεκτοῖς ἑαυτῶν, ἵνα δῆθεν εὐσεβὴς ὀφθείη ὁ τρέφων τὰς ψυχὰς τὰς ἐκλελεγμένας. οἱ δὲ λαβόντες, ὡς γέλοιόν ἐστιν εἰπεῖν, προφάσει τοῦ εὔξασθαι ὑπὲρ τῶν ἐνηνοχότων,