376
μᾶλλον 3.90 δὲ σχεδὸν κατάραν αὐτοῖς ἐπιτιθέασιν, ἐπιμαρτυρήσαντες αὐτοῖς κακίαν μᾶλλον ἢ ἀγαθωσύνην. φάσκουσι γὰρ οὕτως· ὅτι ἐγὼ οὐκ ἔσπειρά σε, οὐκ ἐθέρισά σε, οὐκ ἤλεσα, εἰς κλίβανον οὐκ ἔβαλον. ἄλλος ἤνεγκε, καὶ ἔφαγον. ἀναίτιός εἰμι. καὶ μᾶλλον πονηροποιοὺς ὑπέδειξαν τοὺς ἑαυτῶν τροφεῖς. καὶ γὰρ ἀληθές. ἔδει γὰρ τὸν ἀρνούμενον τὸν θεὸν τὸν ποιήσαντα τὰ πάντα μηδὲ ἀπὸ τῶν τοῦ θεοῦ τρέφεσθαι ἤπερ κατ' εἰρωνείαν. αὐτοὶ δὲ οὐ τέμνουσι τὸν βότρυν, ἀλλὰ ἐσθίουσι τὸν βότρυν, ἵνα ἐλεγχθῶσι παντάπασι μέθην μᾶλλον ἔχοντες ἤπερ ἀληθείας κατάληψιν. ποῖον γάρ ἐστι τὸ δεινότερον; ὁ μὲν γὰρ τρυγῶν ἅπαξ ἔτεμε τὸν βότρυν, ὁ δὲ ἐσθίων διὰ τῶν μασητήρων καὶ διὰ τοῦ καταδαμάζειν ἕκαστον κόκκον μᾶλλον πολυπλασίως ἐβασάνισε καὶ ἔτεμε, καὶ οὐχ ὅμοιος οὐκέτι ἔσται τῷ τέμνοντι ἅπαξ ὁ μασησάμενος καὶ καταδαπανήσας. ἀλλ' ἵνα μόνον δόξωσι * δοξοποιεῖν ὅσον τῆς ἀληθείας ἔχει τεκμήριον. 54. Εἶτα πάλιν ἀθυρογλωττεῖ περὶ τοῦ παραδείσου, ὃν καλεῖ κόσμον. ἔστι δέ, φησί, τὰ φυτὰ τὰ ἐν αὐτῷ *, ἃ γὰρ ἡμῖν ἐπαινετά, ταῦτα αὐτὸς ἀρνεῖται, ἵνα δειχθῇ ἀληθῶς ὑπὸ τοῦ ὄφεως ἠπατημένος· καθὼς ἐκείνης παρέφθειρε τὴν ἀκοὴν τῆς ἀκάκου Εὔας, οὕτως ὁ δεινὸς ὄφις καὶ αὐτοῦ παραφθείρει ἀκοάς. τὰ γάρ φησιν ἐν τῷ παραδείσῳ λεγόμενα φυτὰ ἐπιθυμιῶν εἰσιν ἀπάται, αἳ διαφθείρουσι τὸν λογισμὸν τῶν ἀνθρώπων. τὸ δὲ ἐν τῷ παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτός ἐστιν ὁ Ἰησοῦς, ἡ γνῶσις ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ κακόν. καὶ ὁρᾷς πῶς πάντα τὰ ὀρθὰ διαστρέφει τοῦ ἀποστόλου διαρρήδην βοῶντος καὶ διδάσκοντος ὅτι «φοβοῦμαι μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁγνότητος καὶ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν». καὶ ὅρα πῶς ἀπεφήνατο αὐτὸν πλάνον καὶ πανοῦργον καὶ ἠπατηκότα τὴν Εὔαν. καὶ πάλιν ἐν ἄλλῳ τόπῳ 3.91 ὁ αὐτὸς ἀπόστολος «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». καὶ ὁρᾷς ὡς δόξαν θεοῦ ἔφη τὴν κόμην, ἐπὶ σώματος φερομένην καὶ οὐκ ἐν ψυχῇ; καὶ μετὰ ταῦτά φησιν «Ἀδὰμ οὐκ ἐξηπατήθη, ἀλλ' ἡ γυνὴ ἐν παραβάσει γενομένη ἡμάρτηκε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐμμείνωσιν ἐν τῇ πίστει». καὶ ὅρα πῶς φύσει τὰ ἀληθινὰ κεκήρυκται ἐν τῇ θείᾳ γραφῇ. καὶ μάτην οὗτος κομποποιεῖ, μᾶλλον δὲ χλεύην ὑφίσταται παρὰ τοῖς τὴν τελείαν φρόνησιν κεκτημένοις. εἶτα πάλιν ἐνταῦθα διηγεῖται μὴ εἶναι τὸν κόσμον τοῦ θεοῦ ἀλλ' ἢ ἀπὸ μέρους τῆς ὕλης πεπλάσθαι. ἐν τῷ δὲ μὴ ἑαυτῷ στοιχεῖν, ἀλλὰ κατὰ τῶν αὐτῶν φέρεσθαι, ἀνασκευὰς καὶ κατασκευὰς ἐπιπλαττόμενον, παντί τῳ σαφές ἐστι ληροῦντος εἶναι τὸ τοιοῦτον φρόνημα. 55. Μεταγγισμοὺς δὲ ψυχῶν διηγεῖται ἀπὸ σωμάτων εἰς σώματα, ἅτινα τάχα ἢ παρὰ Πλάτωνος ἢ Ζήνωνος τοῦ Στωϊκοῦ ἢ παρά τινος τῶν πεφαντασμένων ἐρανισάμενος τουτὶ τὸ ψεῦσμα εὑρίσκεται. πῶς γὰρ οἷόν τέ ἐστιν ἀπὸ σώματος εἰς σῶμα εἰσκρίνεσθαι τὴν ψυχήν; εἰ μὲν γὰρ σώματα πεπλασμένα καὶ ἕτοιμα ἦν καὶ οὕτω τὰς ψυχὰς ὑπεδέχετο, πιθανή τις ἦν ἡ τῆς τραγῳδίας μυθοποιία· εἰ δὲ τὸ σπειρόμενόν ἐστιν ἐκ σταγόνος βραχείας, πῶς ἡ ψυχὴ ἐν τῷ τοσούτῳ μικρῷ σώματι εὗρε τοιαύτην εὔροιαν; οὕτω γὰρ τὰ πλασσόμενα πλάσσεται· καὶ οὐκέτι συσταθήσεται αὐτοῦ ὁ λόγος. οὔτε γὰρ ἀπὸ σώματος εἰς σῶμα μεταγγίζονται αἱ ψυχαί· δίχα γὰρ μίξεως θηλείας πρὸς ἄρρενα καὶ ἄρρενος πρὸς θήλειαν ἐν ἑκάστῳ τῶν ζῴων οὐδέν τι τῶν πλασσομένων γίνεται. ἆρα γοῦν οὕτως ἕστηκεν ἡ ψυχή, ἵνα τῇ συναφείᾳ τῶν δύο σωμάτων τὸ τραγῴδημα τοῦτο τοῦ ἀγύρτου ἐπιτελεσθῇ; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία ἐν τοῖς τὰ τοιαῦτα κἂν διανοουμένοις. ἡμεῖς δὲ ἵνα μὴ τὰ σεμνὰ μεταβάλλωμεν, ἀρκετῶς ἔσχομεν μόνον ὡς ἀπὸ πόρρωθεν δοῦναι τῆς ὑποθέσεως τὸ εἶδος. παρελεύσομαι τοίνυν ἀπὸ τῆς τοιαύτης φθοροποιοῦ ὑπονοίας· καὶ γὰρ πάντα ἄτοπα τὰ τοιαῦτα διανοήματα. εἰ γὰρ ἐκ σώματος εἰς σῶμα ἡ μεταβολὴ τῶν ψυχῶν καὶ ὁ