377
ποτὲ ἄνθρωπος ὕστερον κύων γίνεται, διὰ τί μὴ ἀπὸ ἀνθρώπου κύων γεννᾶται ἢ ἀπὸ βοός; διὰ τί ὄρνις οὐ τίκτεται; ἀλλ' εἰ ἄρα συμβαίη χρόνῳ τινὶ ἐν τῷ ἀπλέτῳ αἰῶνι τεράστιόν τι γενέσθαι, σημείου ἕνεκα γίνεται. καὶ ἡ φύσις μὲν ἑαυτῆς τοὺς ὅρους ἐπίσταται καὶ οὐ μεταλλάσσει φύσιν ἀνθρώπου, ἑτέρως πλασ3.92 σομένη παρὰ τὴν φύσιν, οὐδὲ ἑκάστου κτήνους, ἀλλ' ἐν ἑκάστῃ ποιότητι ἡ αὐτὴ ποιότης γίνεται. καὶ εἰ ὅλως σῶμα ἕτερον ἀνθ' ἑτέρου ἀπὸ σώματος οὐ γίνεται, πόσῳ γε μᾶλλον ψυχὴ ἀνθρώπου εἰς ἕτερον σῶμα οὐ μεταβήσεται; καὶ ἵνα τί, φησί, μεταβάλλεται; ἀλλ' ἵνα εἴ ποτε ἐν ἀνθρώπῳ μὴ συνεῖσα τὴν τῆς ἀληθείας γνῶσιν, ἐν κυνὶ ἢ ἐν ἵππῳ γενομένη καὶ δαμασθεῖσα καὶ συνεῖσα ἀνακάμψῃ πάλιν εἰς ἀνθρώπου σῶμα, καὶ οὕτως γνοῦσα τὴν γνῶσιν ἀναληφθήσεται εἰς τὸν δίσκον τῆς σελήνης. καὶ ἔστι θαυμαστὸν ἰδεῖν ὅτι ἐν μὲν ἀνθρώπῳ γενομένη, παρ' ᾧ παιδευτήρια γραμματικοὶ σοφισταί τε καὶ τεχνῶν ἀμύθητα πλήθη καὶ λαλιὰ καὶ ἀκοὴ καὶ λογιότης, ἐν ἀγνωσίᾳ ὑπῆρχεν ἡ ψυχή, ἐν δὲ χοίρῳ γενομένη μᾶλλον ἐπέγνω· ἵνα δείξῃ μᾶλλον τὴν αὐτοῦ ἐπαγγελίαν τῆς γνώσεως χοίρων οὖσαν, διὰ τὴν αὐτοῦ πλάνην καὶ ἀσέβειαν. 56. Περὶ δὲ τῆς τοῦ Ἀδὰμ πλάσεως ὁ αὐτὸς διηγούμενος ἕτερα ἀνθ' ἑτέρων τῇ πλάνῃ συνυφαίνει, ὅτι, φησίν, ὁ εἰπών «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν,» * καὶ προστίθησι λέγων τὸ «δεῦτε ποιήσωμεν», ὅπερ οὐ γέγραπται, ἀλλὰ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν». ἐλέγχει δὲ τοῦτον ὁ ἅγιος ἀπόστολος λέγων, * καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ, ὅτε οἱ Φαρισαῖοι πρὸς αὐτὸν ἔφησαν ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μονώτατον καὶ Μωυσῆς εἶπε διδόναι βιβλίον ἀποστασίου καὶ ἐκβάλλειν τὴν γυναῖκα, καὶ ὁ κύριος πρὸς τοὺς Φαρισαίους τὸν ἔλεγχον ἐπιφέρων ἔλεγε «Μωυσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως, ἀλλ' ὁ ποιήσας ἄρσεν καὶ θῆλυ ἐποίησε» καὶ εἶπεν· «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». καὶ εὐθὺς ἐπιφέρει λέγων «εἰ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω», ὁμολογῶν θεόν, τουτέστι τὸν ἴδιον αὐτοῦ πατέρα, τὸν Ἀδὰμ πεποιηκέναι καὶ τὴν Εὔαν, καὶ τὸν γάμον τὸν σεμνὸν ἐξ αὐτοῦ κεκτίσθαι. τῇ δὲ αὐτῇ ἀκολουθίᾳ καὶ ὁ ἅγιος ἀπόστολος, κῆρυξ ὢν τῆς ἀληθείας, λέγει «τὸ μυστήριον τοῦτο μέγα ἐστίν. ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλη3.93 σίαν», ἵνα ἀπὸ τοῦ ὁμοιώματος * τοῦ ὑπὸ τοῦ θεοῦ κεκτισμένου Ἀδάμ τε καὶ τῆς Εὔας· * ὅτι ὁ θεὸς ἔκτισε καὶ εἶπεν ὁ Ἀδὰμ· «τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, καὶ ἀντὶ τούτου καταλείψει ἄνθρωπος» καὶ τὰ ἑξῆς καὶ ὅτι ᾠκοδόμησεν αὐτῷ τὴν πλευρὰν εἰς γυναῖκα. καὶ οὐκέτι ἕτερον † αὐτῷ φάσκει, ἀλλὰ «μυστήριον μέγα.» καὶ εἰ μὲν ἐν ἀνθρώπῳ καὶ γυναικὶ τὴν πλάσιν * κατὰ δὲ τὴν ἀναγωγὴν δι' ἀλληγορίας φέρεται, πῶς οὖν οὗτος βδελυκτὰ ἡγεῖται καὶ ἀλλότρια τῆς τοῦ θεοῦ ἀληθείας καὶ ὑπὸ ἄρχοντος * τὰ ὑπὸ θεοῦ κεκτισμένα, βλασφημῶν καὶ παραφέρων τὴν διάνοιαν ἀπὸ τῆς ἀληθείας; εἶτα φησίν, ἐπειδὴ ἀπ' ἀρχῆς ἡ ψυχὴ ἀποσπασθεῖσα ἄνωθεν θλίψιν ἐμποιεῖ τῇ ἄνω δυνάμει, διὰ τοῦτο καθάπαξ ἀποστέλλει καὶ συλᾷ ἀπὸ τῶν ἀρχόντων τὸ λείψανον τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ψυχή, διὰ τουτωνὶ τῶν φωστήρων. μεγάλαι ἡμῶν αἱ ἐλπίδες καὶ μεγάλη ἡμῶν ἡ καραδοκία, ὅτι οὐκ ἰσχύει ὁ θεὸς ὁ ἀγαθὸς καὶ ζῶν καὶ δυνατὸς σῶσαι, οὐ λέγω τὴν ἑαυτοῦ δύναμιν τὴν ἐξ αὐτοῦ ἐσπασμένην, ἀλλὰ τὰ ὑπ' αὐτοῦ γεγενημένα καὶ πεπλασμένα ἐὰν μὴ δι' ἄλλου τινὸς τρόπου ἢ διὰ λῃστείας, κρυφῇ συλήσας τὴν ἀπ' αὐτοῦ ἀπεσπασμένην δύναμιν ἀπὸ τῶν ἐπουρανίων, ὡς ὁ ἀγύρτης οὗτος λέγει, οὐ δύναται ἡμᾶς σῶσαι. 57. Καὶ τί ἔτι κατατρίβομαι κατὰ λέξιν τῆς αὐτοῦ ἀτοπίας