378
χρονοτριβούμενος; ὡς καὶ βλασφημῶν οὐκ αἰσχύνεται ὁ τάλας τὸν λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις ἄρχοντα λέγειν τοῦ σκότους. μακάριαι ἡμῶν αἱ ἐλπίδες, ὅτι ἄρχοντι τοῦ σκότους ὁ Χριστὸς ἐλθὼν προσφέρειν ἠνάγκαζε. καθαρίσας γὰρ τὸν λεπρὸν τὸ ἐν τῷ νόμῳ γραφέν, ὑπ' αὐτοῦ τοῦ λαλήσαντος τὸ ἐν τῷ νόμῳ ἐπιτελεῖσθαι δῶρον κελεύει· «ἀπελθὼν προσένεγκε τὸ δῶρόν σου,» τῷ καθαρισθέντι ὑπ' αὐτοῦ λεπρῷ λέγων «καθὼς προσέταξε Μωυσῆς». δῶρον δὲ ἦν ἐπὶ τῆς λέπρας ὄρνις εἰς θυσίαν καὶ σεμίδαλις εἰς ὁλοκαύτωσιν. εἰ δὲ ἄρχων ἦν τοῦ σκότους *, οὐκ ἂν ὁ ἐλθὼν ἄνωθεν Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν ἐπιστρέψαι τὸν ἄνθρωπον ἀπὸ πλάνης τῶν ἀρχόντων κατὰ τὸν Μανιχαίου λόγον, οὐκ ἂν 3.94 ὑποχείριον τὸν ὑπ' αὐτοῦ ἰαθέντα λεπρὸν παρεσκεύαζε γενέσθαι, ἀλλὰ μᾶλλον παρεσκεύαζεν ἀποδρᾶναι αὐτόν, τοῦτο μὴ ἐπιτελεῖν διδάσκων. ἀλλ' ἐπειδὴ οὐκ ἦλθε καταλῦσαι τὸν νόμον αὐτὸς γὰρ δέδωκε τὸν νόμον οὔτε τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, ἵνα πλήρωσιν τοῦ νόμου καὶ τῶν προφητῶν αὐτὸς δείξῃ τὸ ἀπερίσπαστον τοῦ εὐαγγελίου, ὅτι τῷ μὲν αὐτῷ θεῷ οἱ προφῆται προσεκύνησαν καὶ νόμος ὑπ' αὐτοῦ ἐδόθη, νῦν δὲ οὐ διὰ τῶν αὐτῶν δώρων τῷ αὐτῷ θεῷ προσκύνησις τελεῖται, ἀλλὰ δι' εὐχῶν καὶ εὐχαριστιῶν καὶ τῆς ἄλλης πραγματείας. ἐκείνοις μὲν γὰρ ὡς δούλοις προσέταττε τὰ βαρέα, διότι οὕτως ἠδύναντο πεισθῆναι, τοῖς δὲ ἐν τῷ εὐαγγελίῳ ἐλαφρότερα, ὡς ἐλευθέριος, διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρωπίας. ἑνὸς δὲ ὁμοστοίχου ὑπάρχοντος θεοῦ τοῦ τε νόμου καὶ τοῦ εὐαγγελίου, μὴ παραλελυμένης μηδ' ὁποτέρας χρόνων ὑπηρεσίας, ὁ αὐτὸς εἷς θεός ἐστιν, ὁ βασιλεύων τοῦ σύμπαντος αἰῶνος, θεραπευόμενος ἀπὸ τῶν δούλων, καθ' ἑκάστην δὲ γενεὰν ὡς προσήκει τῇ αὐτοῦ φιλανθρωπίᾳ. καὶ ἐλήλεγκται πανταχόθεν ἡ τούτου πλάνη, τοῦ σωτῆρος ἐπιτρέποντος τὰ τοῦ νόμου τελεῖσθαι καὶ μετὰ τὸ ἐπιτρέψαι τὰ τοῦ νόμου τελεῖσθαι λύοντος τὰ τοῦ νόμου, οὐ καταργοῦντος, ἀλλὰ πληροῦντος, προσφορὰς ἑτέρας ὑπὲρ τῶν ἐν τῷ νόμῳ προσενέγκαι τῷ θεῷ ἐπιτρέποντος, τουτέστιν εὐσεβείας καὶ ἀγαθότητος, ἁγνείας τε καὶ πολιτείας. 58. Φάσκει δὲ πάλιν ὅτι ἐλεύσεται ὁ πρεσβύτης καὶ δείξει αὐτοῦ τὴν εἰκόνα ἐπ' ἐσχάτων τῶν ἡμερῶν, καὶ τότε ὁ Ὠμοφόρος ἰδὼν αὐτοῦ τὸ πρόσωπον ἀφίησι τὴν γῆν, καὶ οὕτως τὸ πῦρ τὸ αἰώνιον καταδαπανᾷ τὴν γῆν. καὶ ἐπελάθετο ὁ κτηνώδης πάλιν ὑλώδη αὐτὴν ὑποφαίνων, τὴν πρὸ ὥρας αὐτῷ λεγομένην ἀπὸ τοῦ πνεύματος τοῦ ζῶντος κεκτίσθαι. ὁμοῦ γὰρ τὸν πάντα κόσμον πάλιν ὑπὸ τοῦ πυρὸς ἀναλίσκεσθαι ὑποτίθεται. καὶ τότε, φησί, μετὰ ταῦτα ἡ ἀποκατάστασις τῶν δύο φύσεων ἐπὶ τὸ αὐτὸ εἰς τὸ ἀρχέτυπον παρελεύσεται. ὦ πολλοῦ καμάτου καὶ μετὰ τὸν κάματον οὐδενὸς ἐπὶ διορθώσει φερομένου. εἰ γὰρ μετὰ τὸ κτισθῆναι καὶ γενέσθαι δαπανηθήσεται καὶ ἀφανισθήσεται, ἵνα τὰ ἀρχέτυπα μείνῃ πάλιν ἐν ταυτότητι τῶν δύο φύσεων, ἀγαθοῦ τε καὶ κακοῦ, ἔσται πάλιν ἐπιτριβὴ τοῦ πονηροῦ πρὸς τὸ ἐπιστρέψαι πάλιν καὶ πόλεμον ἐνστήσασθαι καὶ ἁρπάξαι πάλιν ἄλλην δύναμιν, ἵνα πάλιν ἄλλος κόσμος γένηται. εἰ δὲ 3.95 οὐκέτι τοῦτο γίνεται, ἄρα σωφρονήσει ἡ κακία τοῦ μηκέτι ἐπιτρίβεσθαι πρὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς θεός, πρὸς τὸν ἀγαθὸν μηκέτι πόλεμον ἐγείρων. εἰ δὲ καὶ σωφρονισθήσεταί ποτε, οὐκ ἔσται κακός, ὁπότε ἀπὸ τῆς ἀρχαίας αὐτοῦ φύσεως τῆς κακίας μετήλλακται μετατραπείς. εἰ δὲ καὶ τρεπτὴ τυγχάνει ἡ φύσις τοῦ κακοῦ πάντως ὅτι ἀπὸ κακοῦ εἰς ἀγαθὸν μεταβάλλεται, καὶ οὐκέτι ἔσται κακὸν ἡ ἔχουσα τροπὴν ἀγαθότητος φύσις. δύναται γὰρ καὶ σήμερον τραπῆναι καὶ ἔτι περιόντος τοῦ κόσμου εἰς ἀγαθὸν μεταβληθῆναι τὸ πονηρόν. καὶ τίνι τῷ λόγῳ ὁ μέλλων τρέπεσθαι ἤδη οὐ τρέπεται; καὶ εἰ μὲν διὰ τῆς τοῦ θεοῦ μηχανήσεως ὁ πονηρὸς τρέπεται, τοῦ μηκέτι δύνασθαι τὸ πονηρὸν ἐργάζεσθαι, οὐκέτι παραίτιος ὁ πονηρὸς ἑαυτοῦ τυγχάνει, ἀλλ' ὁ ἀγαθὸς ὁ δυνάμενος ἀναστεῖλαι αὐτοῦ τὴν κακίαν καὶ μὴ