379
βουληθεὶς πρὸ χρόνου τὰ τοῦ χρόνου ποιῆσαι. εἰ δὲ ἄτρεπτον παντάπασι τὸ κακόν, οὐδέποτε διαλείψειε πολεμοῦν καὶ πολεμούμενον, καὶ οὐδ' ὅλως ποτὲ ἔσται κατάστασις τῶν δύο φύσεων, ἀτρέπτου μένοντος τοῦ κακοῦ καὶ ἐπιτριβομένου τοῦ κακοῦ ἐνδείκνυσθαι τῷ ἀγαθῷ κακίαν καὶ πόλεμον ἐγείρειν κατὰ τῆς ἀγαθότητος. καὶ εἰ ὅλως ἐπιθυμίᾳ τοῦ ἀγαθοῦ τὸ κακὸν ἀεὶ ἐπεντριβήσεται, ἄρα οὐκέτι κακὸν ἔσται, ἐπειδὴ τοῦ ἀγαθοῦ γλιχόμενος βούλεται ἑαυτῷ τὸ ἀγαθὸν ἐπισπᾶσθαι, ἵνα διὰ τῆς φύσεως τοῦ ἀγαθοῦ καὶ τῆς αὐτοῦ πανοπλίας ἐπισπάσας ἑαυτῷ δύναμιν, ἐν ταύτῃ δοκῇ ἑαυτὸν τιμᾶν μὲν καὶ λαμπρύνειν, παραθαρσύνειν τε καὶ ἐνδυναμοῦν. παντὶ γὰρ τῷ βουλομένῳ τὸ ἀγαθὸν πάντως ὅτι ἐξ ἀγαθοῦ † ὑπονοίας ἔγκειται διάνοια, καὶ οὐκέτι παντάπασι πονηρὸν ἔσται τὸ πονηρόν, ὁπότε τοῦ ἀγαθοῦ γλιχόμενον εὑρίσκεται. πᾶν γὰρ τὸ πονηρὸν ἀπέχθειαν ἔχει πρὸς τὸ ἀγαθόν, ὡς καὶ τὸ ἀγαθὸν οὐ βούλεται τὸ πονηρόν. εἰ δὲ ἀναμὶξ ὑπάρχει τῶν ἀμφοτέρων ἡ δύναμις, καὶ ὁ ἀγαθὸς μὲν οἶδε συλᾶν τὸ ἴδιον πολεμεῖν τε καὶ ἐκδέρειν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ποτὲ δὲ ἀναιρεῖν 3.96 καὶ ἀφανίζειν τὴν ὑπὸ τοῦ πονηροῦ γεγενημένην ὕλην, ποτὲ δὲ ἐξ αὐτῆς πλάσσειν, ποτὲ δὲ ἀφανίζειν, * πονηρία καὶ ἀσύστατος εὑρεθήσεται ἡ διήγησις τῆς ὑπὸ τοῦ ἀλιτηρίου τούτου ἡμῖν ἐπεισενεχθείσης ἀδολεσχίας. 59. Φέρε δὴ εἰπεῖν καὶ περὶ τῆς τοῦ κακοῦ φύσεως πάλιν ἀναλαβόντες τὸν λόγον, λέγε ἡμῖν, ὦ οὗτος, ἀπὸ χρόνου Αὐρηλιανοῦ τοῦ βασιλέως καὶ δεῦρο ἐλθὼν καὶ τὰ πρὸ πάντων αἰώνων διηγούμενος, οὔτε που τοῦτο προφητῶν θεσπισάντων οὔτε αὐτοῦ τοῦ σωτῆρος τοῦτο δεδιδαχότος οὔτε ἀποστόλων τινός, εἰ μή τι ἂν φλυαρήσῃς ἐπίπλαστά τινα ἐξ ὀνόματος ἁγίων βιβλία ἑαυτῷ τιθέμενος καὶ προβαλλόμενος, πόθεν οὖν ἥκεις, ὦ οὗτος, τὴν κακοῦ ἀρχαΐζουσαν ἀρχὴν φέρων; ἐρωτώμενος δὲ ὑφ' ἡμῶν εἰ ταύτην τρεπτήν τινα φάσκει ἢ ἄτρεπτον, * ἤδη δὲ ἐνηχήθη ἡμῖν ὡς ἄτρεπτον αὐτὴν εἰσηγεῖται καὶ ποτὲ μὲν τρεπτήν, ποτὲ δὲ ἄτρεπτον, εἰς μὲν τὸ πονηρὸν ἄτρεπτον, εἰς δὲ τὸ ἀγαθὸν τρεπομένην, ἵνα ἐκ τῶν δύο ὅρων αἰσχύνην τῷ βίῳ ὀφλήσῃ. εἰ γὰρ ἐν πολλοῖς καὶ ἀπλέτοις αἰῶσιν ἄτρεπτος ἦν ἡ κακία, αὐτὸ τοῦτο μόνον ἔχουσα τὸ ὄνομα καὶ οὐδὲν ἕτερον πλὴν τοῦ κακοῦ, τίς ἔστρεψε μετὰ πολλοὺς αἰῶνας τὴν ἄτρεπτον φύσιν κακίας τραπῆναι ἐπὶ τὰ μὴ προσήκοντα; εἰ γὰρ οὔπω ἦν ἁρπάξασα δύναμιν καὶ καταπολεμήσασα μηδὲ λαβοῦσα πανοπλίαν εἰς αὐτῆς δύναμιν καὶ εἰς ἐδωδήν, ἔμενε δὲ ἐν πολλοῖς αἰῶσιν ἄτροφος μηδὲ τροφῆς ἐπιδεομένη, τίς ἔστρεψε τὴν ποτὲ μὴ ἐπιδεομένην τροφῆς εἰς τροφὴν ἥκειν καὶ ἐπιζητεῖν ὅπερ ποτὲ οὐκ ἐπεζήτει καὶ ἐπιδέεσθαι οὗπερ ποτὲ οὐκ ἐπεδέετο; ἀλλ' εἰ ἄρα ἐτράπη τὴν φύσιν, καὶ πῶς ἡ παρὰ σοὶ ἀτρεψία περὶ τοῦ κακοῦ συσταθήσεται; εἰ δὲ καὶ πάλιν εἰς ἰδίαν κατάστασιν ἔλθοι, μηκέτι εὐπορῶν ὃ φάγοι, πῶς ὁ ἅπαξ ἐν συνηθείᾳ γεγονὼς κακὸς ἢ πονηρὸς τοῦ βιβρώσκειν καὶ ἐδωδῇ χρῆσθαι δύναται ὑπομένειν εἰς τὸν ἐπιόντα χρόνον ἄνευ ἐδωδῆς διατελῶν; εἰ γὰρ ἐν συνηθείᾳ βρωμάτων μὴ γεγονὼς οὐκ ἠδυνήθη ὑποστῆναι, ἀλλὰ ἐτράπη εἰς ἐδωδὴν ἔρχεσθαι καὶ συλήσας τὴν ψυχὴν βρῶμα ἑαυτῷ περιεποιήσατο μᾶλλον ἐν συνηθείᾳ βρώματος γεγονὼς ἄσχετος ἔσται τὴν φύσιν, καὶ οὐδὲν ἂν τοῦτον παραπείσειε, λίχνον γεγονότα καὶ ἐν πείρᾳ ἐδωδῆς, ἄνευ τούτων διατελεῖν, ὡς ὁ σὸς λόγος ἀσύστατος ὑπάρχων τοῦτο βούλεται. 3.97 60. Ἀλλὰ παρελεύσομαι τοῦτον τὸν τόπον, ἐφ' ἕτερα δὲ πάλιν τῆς αὐτοῦ ληρῳδίας ἐπεκτείνομαι τὴν διήγησιν. πάλιν γὰρ φάσκει ὅτι οἱ ἄρχοντες ἐν τοῖς ἰδίοις μέρεσι τότε ἔσονται καὶ ὁ πατὴρ τὰ ἴδια ἀπολήψεται μέρη. τίς ἄρα ὁ ἐπιεικὴς οὗτος, ἵνα τὸν ὅρον διχόθεν ἑκάστου μέρους γεωμετρήσῃ; πῶς δὲ πεισθήσεται ὁ ἀπ' ἀρχῆς τῇ ἀληθείᾳ καὶ τῷ ἀγαθῷ μὴ πειθόμενος; εἰ δὲ μετ' ἀνάγκης παραπείσειεν ὁ ἀγαθὸς τὸν παράνομον ἰδίοις στοιχεῖν καὶ μὴ ἐπεμβαίνειν τῇ τοῦ ἀγαθοῦ μερίδι, διὰ τί μὴ ἀπ' ἀρχῆς τοῦτο ἠδυνήθη ποιῆσαι, πρὶν ἢ