380
ὅλως ἀπ' αὐτῆς συληθῆναι τὰ μέρη; πῶς δὲ ἔσονται οἱ δύο ἐπὶ τὸ αὐτό, ἀνὰ μέρος ἕκαστος κεκτημένος; εἰ γὰρ ὅλως μέρη ἔχει καὶ τὰ ἕτερα μέρη οὐκ αὐτοῦ, οὐκέτι παντοκράτωρ ὁ παντοκράτωρ κληθήσεται, οὐκέτι θεὸς τῶν ἁπάντων, οὐκέτι ὑποχείριος ὁ κακὸς τοῦ ἀγαθοῦ γενήσεται, ἀλλὰ ἕκαστος αὐτῶν ἔχει τὴν ἰδίαν δεσποτείαν. τίνος δὲ ἄρα ὁ πονηρὸς δεσπότης ἔσται, μηκέτι ὄντος τοῦ κόσμου μήτε τῶν ὑπ' αὐτοῦ ζῴων τε καὶ ἀνθρώπων κυριευομένων; εἰ δὲ ὅλως κακός ἐστι καὶ ὕλη καὶ φθορά, πῶς μᾶλλον οὐκ ἐφθάρη; εἰ γὰρ ἔκτοτε οὖσα ἡ κακία φθορὰ ὑπῆρχε καὶ φθείρει μὲν τὰ ἄλλα, αὐτὴ δὲ ἑαυτὴν οὐ φθείρει, οὐκέτι φθειρομένη ὑπάρχει ἡ ἄλλα μὲν φθείρουσα, αὐτὴ μένουσα ἀέναος καὶ μὴ ἀφανιζομένη. αὐτῆς δὲ μενούσης ἐν στερεᾷ ὑποστάσει, φθειρούσης δὲ τὰ ἄλλα καὶ οὐχ ἑαυτήν, οὐδὲν ἔχει ἐᾶσαι, ἀλλὰ πάντως ἡ φθορὰ τῶν ἑτέρων τὰ ἕτερα φθείρει· ἐπιμένουσα δὲ ἡ αὐτῆς ὑπόστασις * καὶ οὐκέτι ἐάσει τι τῶν ὄντων, ἀλλὰ αὐτὴ μόνη μενεῖ, τὰ δὲ φθειρόμενα δι' αὐτῆς ἀφανίζεται. εἰ δὲ καὶ ἑαυτῇ ἐστι κακὴ καὶ ἑαυτῇ φθορά, οὐκέτι ἡ ὑπόστασις αὐτῆς σταθήσεται· οὐ μόνον ἐν τῷ μέλλοντι εἴποιμι, ἀλλὰ καὶ ἔκτοτε ἀφανισθεῖσα ἐξότου ἂν ὑπῆρχεν, ἤδη δὲ ἐν ἑαυτῇ ἑαυτὴν φθείρασά τε καὶ ἀφανίσασα. Ἀλλὰ ταῦτα πάντα ἐστὶ τὰ διηγήματα τῆς τοῦ ἄφρονος ματαιολογίας, ἃ κατανοήσαντες, οἱ συνετοὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πίστεώς τε τοῦ κυρίου. διακρίνατε τὸν ἀγύρτην καὶ καταγελάσατε τῆς αὐτοῦ ληρῳδίας. ἐπανελεύσεται δὲ εἰς τὰς κακῶς ἑαυτῷ ἐπινενοημένας 3.98 προφάσεις καὶ ἀπὸ τῶν θείων γραφῶν ὁμοιώσεις. * καὶ οὐχ οὕτως ἐχούσας, ἀλλὰ οὕτως ὑπ' αὐτοῦ κακῶς νοουμένας. φέρε οὖν ἐκθώμεθα αὐτὰ δὴ κατὰ λέξιν, ἃ ὑποκλέπτων ἐκ τῶν θείων γραφῶν, ὡς ἔφην. κατὰ τὸν νοῦν αὐτοῦ διηγεῖται, εἰ καὶ μάλιστα πολλάκις τὰ αὐτὰ διαλαμβάνοντες ἀκρότατα ἤδη διηλέγξαμεν. 61. Πρῶτον μὲν οὖν ὅτι εὑρὼν ἐν ταῖς θείαις γραφαῖς περὶ παρακλήτου ὀνόματος καὶ ἀγνοήσας τὴν τοῦ ἁγίου πνεύματος δύναμιν, ἑαυτὸν ὑπεισήνεγκε, νομίσας εἶναι τοῦτο. καὶ φάσκει μὲν αὐτῷ τὰ ὑπὸ τοῦ ἁγίου Παύλου εἰρημένα παρακεχωρηκέναι, ὡς τοῦ ἁγίου ἀποστόλου φήσαντος «ἀπὸ μέρους γινώσκομεν καὶ ἀπὸ μέρους προφητεύομεν· ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἀπὸ μέρους καταργηθήσεται». τοῦτο δὲ περὶ παρακλήτου οὐδ' ὅλως ἐκτίθεται ὁ ἅγιος ἀπόστολος, ὁ καταξιωθεὶς αὐτοῦ τοῦ ἁγίου πνεύματος μετὰ τῶν ὁμοίων αὐτοῦ ἀποστόλων, ἀλλὰ περὶ τῶν δύο κόσμων διηγεῖτο, περὶ τοῦ ἐνεστῶτος καὶ μέλλοντος, ὡς ἔφη τοῖς βουλομένοις περὶ καιρῶν προκαταλαμβάνειν ὅτι «μηδὲν ὑμᾶς πτυρέτω ἐν λόγῳ ἢ ἐν ἐπιστολῇ, ὡς ὅτι ἡ ἡμέρα ἐνέστηκε τοῦ κυρίου. ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀνομίας, ὁ ἄνθρωπος τῆς ἀδικίας» καὶ τὰ ἑξῆς. * καὶ πάλιν συνελθόντων τῶν μαθητῶν πρὸς τὸν σωτῆρα ἠρώτων αὐτὸν περὶ τῆς συντελείας καὶ ἔλεγεν αὐτοῖς «οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους καὶ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς». καὶ πάλιν ἔλεγεν «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθε, ἀπεκδεχόμενοι τὴν ἐπαγγελίαν τοῦ πνεύματος ἣν ἠκούσατε,» τουτέστι τὸ πνεῦμα 3.99 τὸ παράκλητον, ὡς ἔφη «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται, καὶ ἀναγγελεῖ ὑμῖν τὰ πάντα». τὸ δὲ «ἀναγγελεῖ ὑμῖν τὰ πάντα,» δι' ἣν ἔμελλον καταξιοῦσθαι δωρεάν, * ἐνοικήσειν ἐν αὐτοῖς τὸ ἅγιον πνεῦμα, ὅπως τὰ πάντα αὐτοῖς σαφῶς διηγήσηται, ὅσα ἠδύναντο ἐν τῷ αἰῶνι τούτῳ χωρῆσαι. καὶ ὧδε μὲν ἐν τῷ αἰῶνι τούτῳ χωρήσαντες τὸ πνεῦμα τὸ παράκλητον ἐπροφήτευσαν, ὡς λέγει ὅτι Ἄγαβος ἐπροφήτευσε περὶ λιμοῦ ἐσομένου, καὶ ὅτι «προφῆται ἀπὸ Ἱεροσολύμων κατέβησαν,» καὶ ὅτι «ἦσαν τέσσαρες θυγατέρες τῷ Φιλίππῳ προφητεύουσαι». ὅταν δὲ προφητεύωσιν, ἀπὸ μέρους προφητεύουσι καὶ ἀπὸ μέρους γινώσκουσι, τὸ δὲ τέλειον ἐν τοῖς μέλλουσιν αἰῶσιν ἐλπίζοντες προσδοκῶσιν, «ὅταν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβληθῇ καὶ τὸ θνητὸν εἰς