381
ἀθανασίαν» † ὅταν «τότε πρόσωπον πρὸς πρόσωπον». ἄρτι γὰρ «δι' αἰνίγματος» δείκνυται τὰ πράγματα, ἐκεῖ δὲ «ἑτοιμάζεται ἃ ὀφθαλμὸς ὧδε οὐκ εἶδεν»· ἐκεῖ ἀποκαλύπτεται ἡ τελειότης, ἃ «οὖς ἐνταῦθα οὐκ ἤκουσεν»· ἐκεῖ τὸ μέγα χάρισμα τοῖς ἁγίοις, ὃ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» ἐνταῦθα. καὶ ὁρᾷς ὅτι οὐχὶ τῷ Μάνῃ ἐταμιεύετο τὸ εἰδέναι τὰ περιττά. πῶς γὰρ ᾔδει Μάνης, ὁ τοῦ σκοποῦ τοῦ ἰδίου ἐκπεσών; ἐπεβάλετο γὰρ ἵνα τὸν Μάρκελλον χειρώσηται· ἤρχετο πρὸς τὸν Ἀρχέλαον, ἵνα αὐτὸν ἡττήσῃ, καὶ οὐ δεδύνηται. πῶς οὖν ἀγνοῶν τὸ πρόσφατον δύναται εἰδέναι περὶ τῶν μειζόνων; πῶς δὲ οὐκ ἔλαθε τὰς χεῖρας τοῦ βασιλέως τῶν Περσῶν, ὡς ὅτε ἁλοὺς ἔδωκε δίκην, ἀλλ' ἵνα καταφανῇ τοῖς σύνεσιν κεκτημένοις κατὰ πάντα ψευδόμενος. 62. Πάλιν δὲ βούλεται φέρειν μαρτυρίαν, ἵνα παραστήσῃ τὴν παρ' αὐτῷ λεγομένην δυάδα καὶ διέλῃ ἀνὰ μέσον τῶν δύο ἀρχῶν, κενῶς ἐν τῷ εἰπεῖν τὸν σωτῆρα «οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται». καὶ ὅρα μοι τὴν ἐλαφρὰν διάνοιαν καὶ μηδὲν ἐν βάθει τὰ τῆς θείας γραφῆς κατανοοῦσαν. εἰ μὲν γὰρ δένδρα εἰσίν, ἄρα καὶ γεωργὸν ἔχουσι, καὶ φυτὰ τυγχάνοντα καὶ πάντως ὑπό 3.100 τινός εἰσι πεφυτευμένα. πᾶν δὲ τὸ πεφυτευμένον οὐκ ἔστιν ἄναρχον, ἀλλὰ ἀρχὴν ἔχει. ἀρχὴν δὲ ἔχον καὶ τέλος ὑφέξει. τοίνυν τὸ σαπρὸν δένδρον οὐκ ἦν ἀεί, ἀλλὰ πεφύτευται, καὶ τὸ ἀγαθὸν δένδρον τοῦτο οὐ περὶ πάσης τῆς ἄνωθεν ἀγαθότητος διηγεῖται-ἐκεῖ γὰρ ἄψευστος ἀγαθότης, μεταβολὴν μὴ ἔχουσα καὶ ἐν τιμῇ ἀνεκλαλήτῳ *-* τοῦ ὄντος ἁγίου θεοῦ τὸ διανόημα. εἰς δὲ τὴν περὶ φυτῶν ἐνέργειαν ἴδωμεν εἰ οὕτως ἔχει καὶ λάβωμεν λέγειν. εἰ μὲν γὰρ περὶ τοῦ διαβόλου ἐστὶν ὁ λόγος, ἤδη πολλάκις ἐδείξαμεν ὅτι οὐ πονηρὸς γεγένηται· οὐδὲν γὰρ φαῦλον ὁ θεὸς ἐποίησε καὶ τοῦτο τοῖς συνετοῖς ἐστι κατάδηλον. εἰ γὰρ κατὰ τῶν αὐτῶν φερόμεθα, οὐδὲν λυπήσει ἀποδεῖξαι καὶ ἐν τῷ παρόντι τὸν περὶ τῆς ἀληθείας λόγον. ἐν τῇ ἀρχῇ τοίνυν φαῦλος οὐκ ἦν, ἀπέβη δὲ φαῦλος. ἰδοὺ οὐ συσταθήσεται ἐν τῷ μέρει τούτῳ ὁ περὶ τοῦ φυτοῦ λόγος. ὁρῶμεν γὰρ καὶ Σαῦλον διώκτην γενόμενον, ὕστερον δὲ διωκόμενον ὑπὲρ τοῦ ὀνόματος οὗ ποτε ἐδίωκεν. ὁρῶμεν τὸν Ἰούδαν ἐκλελεγμένον σὺν τοῖς δώδεκα ἀποστόλοις καὶ ὕστερον ἀποβάντα φαῦλον καὶ ἐν μερίδι πονηρᾷ τεταγμένον. ὁρῶμεν Ῥαὰβ τὴν πόρνην ἀλλοτρίαν οὖσαν τοῦ γένους Ἰσραήλ, ὕστερον δὲ μετανοήσασαν καὶ λαβοῦσαν θεοῦ τὸν ἔλεον. ὁρῶμεν τὸν λῃστὴν ἐπὶ κακουργίᾳ ἁλόντα καὶ κρεμασθέντα ἐπὶ τοῦ ξύλου καὶ ἐξομολογησάμενον καὶ ἅμα τῷ κυρίῳ ἐν τῷ παραδείσῳ εἰσεληλυθότα. ὁρῶμεν Νικόλαον καλὸν ὄντα καὶ ἐκλελεγμένον, ὕστερον δὲ ἀποβάντα πονηρὸν καὶ ἐν τοῖς αἱρεσιάρχαις ταχθέντα. καὶ τί μοι τὰ πλήθη λέγειν; τί οὖν ἐστι τὸ φυτὸν τοῦτο τὸ πονηρὸν ἀφ' οὗ ἀγαθὸν οὐ γίνεται; ἀλλὰ † πάλιν πράξεις εἰσὶν ἀνθρώπων. οὐ δύναται γὰρ ἐκ πορνείας ἀγαθότης εἶναι· οὐ δύναται ἐκ φθόνου πονηρίας δικαιοσύνη, οὐ δύναται ἐκ μοιχείας ἔπαινος γενέσθαι. αὐτὸ γὰρ τὸ τῆς ἁμαρτίας δένδρον οὐ δύναται δι' ἀγαθότητος γενέσθαι, τουτέστιν οὐ ποιεῖ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς, οὐδὲ ἀγαθοῦ δένδρου καρποὺς πονηροὺς γενέσθαι οἷόν τέ ἐστιν· τὸ ἀγαθὸν δένδρον τὸ μὴ ποιοῦν καρποὺς 3.101 πονηροὺς * ξενοδοχία * γινομένη κἄν τε ὅσα κακὰ ἀποβῇ ἀπὸ τῆς ξενοδοχίας, οὐχ ἕνεκεν τούτου φαυλότητος ἔχει τὴν δύναμιν ἐλεημοσύνη, ἁγνεία διὰ θεόν, ἐγκράτεια διὰ τὸν δεσπότην, δικαιοσύνη διὰ τὸν νόμον. Ταῦτα τὰ δύο δένδρα περὶ δικαιοσύνης καὶ περὶ ἁμαρτίας τοῦτον ἔχει τὸν τρόπον· ὡς δὲ οὗτος ὁ βάρβαρος Μάνης διανοεῖται, περὶ θεοῦ βούλεται λέγειν καὶ περὶ τοῦ διαβόλου. καὶ ὅτι περὶ θεοῦ οὐδεὶς δύναται τολμῆσαι καὶ εἰπεῖν ὅτι κακὸν ποιήσει ποτέ μὴ γένοιτο, καὶ οὔτε περὶ τοῦ διαβόλου, ὅτι ἀγαθὸν ἐργάζεται, τοῦτο δῆλον. ἀλλὰ διὰ θεοῦ πάντα γίνεται τὰ ἀγαθά.