382
καὶ φαῦλον ἐξ αὐτοῦ οὐδὲν κέκτισται οὐδὲ γίνεται. εἰ δὲ ἐκ διαβόλου ἐνεργεῖται πονηρά τινα, ἰδοὺ εὑρήκαμεν καὶ * δι' αὐτοῦ στέφανον πλεκόμενον ἁγίοις καὶ βραβεῖον διδόμενον τοῖς νενικηκόσι. καὶ διέπεσεν ὁ αὐτοῦ λόγος. τὸ γὰρ σαπρὸν δένδρον καὶ ἀγαθὸν δένδρον περὶ ἀγαθῶν ἔργων τυγχάνει καὶ περὶ φαύλων καὶ οὐκ ἔστι περὶ παλαιᾶς διαθήκης καὶ καινῆς, καθὼς βούλεται ὁ τοῦ Μάνης, λόγος. 63. Ἔτι δὲ ὁ αὐτὸς βουλόμενος παριστᾶν τὰς περὶ τῶν δύο ἀρχῶν προφάσεις θηρώμενος μεθοδεύεται τὰς αὐτῷ δοκούσας λέξεις οὐχ οὕτως ἐχούσας, ὅτι, φησί, τοῖς Ἰουδαίοις ἔλεγεν «ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ· ἐκεῖνος ἀνθρωποκτόνος ἦν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». βούλεται δὲ βλασφημεῖν καὶ λέγειν τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς πατέρα εἶναι τοῦ διαβόλου, μηδαμῶς δυνάμενον ὅλως ἐπὶ τοῦτο τὸ ῥητὸν φέρεσθαι. εἰ γὰρ ὅλως τοῦ διαβόλου υἱοί εἰσι, διέπεσεν ὁ κατ' αὐτὸν λόγος καὶ 3.102 ἑαυτῷ ἀντιμάχεται ὁ Μάνης ἀγνοῶν. ἀφωρίσθησαν γὰρ λοιπὸν αἱ αὐτῶν ψυχαὶ ἐκ διαβόλου γεγενημέναι, καὶ οὐκέτι εἰσὶν ἀπὸ τῆς ἄνωθεν δυνάμεως κατὰ τὸν αὐτοῦ μῦθον ἢ οὔκ εἰσι μέρος τοῦ φωτὸς ἢ πανοπλίας τοῦ αὐτοῦ ἢ τοῦ στύλου τοῦ φωτὸς ἢ μητρὸς τῆς ζωῆς. εἰ δὲ ὅλως αὐτοὶ τοῦ διαβόλου εἰσίν, ἄρα καὶ ὁ Ἀβραὰμ ὁ τούτων πατήρ, οὗ σπέρμα τυγχάνουσιν αὐτοὶ οἱ Ἰουδαῖοι, καὶ αὐτὸς τοῦ διαβόλου ἐστὶ κατὰ τὸν τοῦ Μάνη λόγον. πῶς οὖν ὁ σωτὴρ ἐλεγκτικῶς λέγει αὐτοῖς «ὑμεῖς οὐκ ἐστὲ τέκνα τοῦ Ἀβραάμ, ἀλλὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου. εἰ γὰρ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. ὑμεῖς γὰρ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν. τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε». καὶ ὁρᾷς ὅτι καταχρηστικός ἐστιν ὁ λόγος, αὐτῶν γὰρ ὄντων υἱῶν τοῦ Ἀβραὰμ καὶ τοῦ κυρίου ἀπαλλοτριούντων ἑαυτοὺς διὰ τῶν ἔργων, οὐχὶ διὰ τοῦ πλάσματος, ἢ διὰ τῆς ποιήσεως ἤδη δὲ καὶ ἄνω διηγησάμεθα περὶ τούτου· πῶς οὖν τὸ μέρος τοῦ αὐτοῦ σπέρματος ἔσται ποτὲ μὲν ἀλλότριον καὶ τοῦ διαβόλου, ποτὲ δὲ μέρος θεοῦ; ἀλλὰ τοῦτο ἐγκληματικῶς διηγεῖται. ᾧ γάρ τις ἑαυτὸν ὑποτάσσει, τούτου δοῦλος τυγχάνει κατὰ τὴν ἐνέργειάν τε καὶ διδασκαλίαν, ὡς καὶ ὁ Παῦλός φησι «εἰ γὰρ καὶ πολλοὺς διδασκάλους ἔχετε, ἀλλ' οὐ πολλοὺς πατέρας. ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα». καὶ ὁρᾷς ὅτι τὴν διδασκαλίαν λέγει; καὶ εἰ μὲν ὁ Μάνης ἐδέχετο τὸν Ἀβραάμ, ἐλέγομεν ἂν τὸν μὲν Ἀβραὰμ τοῦ θεοῦ τοῦ φωτός, τοὺς δὲ ὑπ' αὐτοῦ γεγεννημένους ἄλλου. ἡ δὲ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. ἐμιμοῦντο τὸν φονέα, ἐμιμοῦντο τὴν παράδοσιν τοῦ Ἰούδα, κατεδέξαντο τὴν διαβολὴν τοῦ προδότου, υἱοὶ γεγόνασι τῆς αὐτοῦ ἐπαρνησιθεΐας, αὐτὸς ψεύστης ἐγένετο, «τὸ γλωσσόκομον κατέχων καὶ κλέπτων», καὶ λέγων αὐτῷ «χαῖρε Ῥαββί», καὶ ἐλεγχόμενος καὶ ἀκούων, «ἑταῖρε, ἐφ' ᾧ πάρει;» οὗτος ὁ Ἰούδας ἐμιμήσατο τὸν Κάϊν, ἐπειδὴ ἀνθρωποκτόνος ἐγένετο, ψευδόμενον ἐναντίον τοῦ κυρίου καὶ λέγοντα «μὴ φύλαξ εἰμὶ 3.103 τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστι». καὶ αὐτὸς κατὰ μίμησιν υἱὸς τοῦ διαβόλου γεγένηται καὶ κατὰ θεωρίαν τῆς ἐν τῷ ὄφει λαλησάσης ψευδηγόρου φωνῆς τῆς λεγούσης «ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν». τοῦτ' ἔστι τὸ ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ σωτῆρος εἰρημένον «ὑμεῖς υἱοί ἐστε τοῦ διαβόλου»· λέγει γάρ «οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην; εἷς ἐξ ὑμῶν ἐστι διάβολος», ἐπειδὴ «ἀπ' ἀρχῆς ψεύστης ἐστὶ καὶ ἀνθρωποκτόνος, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». καὶ λέλυται ἡ περὶ τούτου ζήτησις. οὐ γὰρ τοῦ διαβόλου ἦσαν τέκνα οἱ Ἰουδαῖοι, μὴ γένοιτο. λέγει γὰρ ἡ Σαμαρεῖτις πρὸς τὸν σωτῆρα ὅτι «ὧδε ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν οἱ πατέρες ἡμῶν, καὶ ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν». εἶτα μετὰ πολλὰ ὁ σωτὴρ πρὸς αὐτὴν ἔφη ὅτι «ἃ οἴδαμεν λαλοῦμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί». καὶ πάλιν ὁ ἀπόστολος «δῆλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος». καὶ πολλὰ ἔστι περὶ τούτου