383
λέγειν καὶ ἐλέγχειν τὴν πλάνην τούτου. 64. Πάλιν δὲ ἐπιλαμβάνεται τῆς λέξεως ταύτης ὅτι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν,» ὅτι, φησίν, ἐδίωκε τὸ σκότος τὸ φῶς, ὡς τῶν πονηρῶν ἀρχόντων διωκόντων καὶ πολεμούντων τὴν θεότητα. εἰ δὲ πολεμούμενον τὸ φῶς διώκεται ὑπὸ τοῦ σκότους, ἄρα δυνατώτερόν ἐστι τοῦ φωτὸς τὸ σκότος, ἐπειδὴ ἀποδιδράσκει ἀπὸ προσώπου τοῦ σκότους καὶ οὐχ ὑφίσταται στῆναι ἰνδαλλόμενον διὰ τὸ δυνατώτερον σκότος. ἀλλ' οὐχ οὕτως ἔχει. οὐδὲ γὰρ τὸ φῶς φεύγει ἀπ' ἔμπροσθεν τοῦ σκότους, ἀλλὰ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». εἰ δὲ σκοτία οὐ κατέλαβε τὸ φῶς, πολὺ τοῦτο διαλλάττει παρὰ τὸν νοῦν τοῦ Μάνη, τοῦ λέγοντος ὅτι οὐ μόνον κατείληφεν, ἀλλὰ καὶ πανοπλίαν παρ' αὐτοῦ ἀφήρπασε. πῶς τοίνυν τὸ παρ' αὐτῷ καταγγελλόμενον ἡρπακέναι πανοπλίαν οὐδ' ὅλως κατέλαβε τὸ φῶς; πῶς δὲ τὸ φῶς διωκόμενον αὐτοπροαιρέσει φαίνει ἐν τῷ σκότει; ἀλλ' ἐπειδὴ ἐσκοτισμέναι ἦσαν αἱ διάνοιαι τῶν ἀνθρώπων διὰ τὴν θόλωσιν τῆς ἁμαρτίας, ἀπέστειλεν ὁ θεὸς πρῶτον 3.104 τὸν νόμον, φωτίζων ὡς ἐν λύχνῳ παραφαίνοντι, ὥς φησιν Πέτρος ἐν τῇ ἐπιστολῇ «προσέχοντες τῷ προφητικῷ λόγῳ ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως φωσφόρος ἀνατείλῃ καὶ ἡμέρα καταυγάσῃ ἐν ταῖς καρδίαις ὑμῶν». ἐκεῖθεν γὰρ τὸ φῶς ἐν τῷ σκότει φαίνει, ὁ νόμος δοθεὶς «ἐν χειρὶ μεσίτου» διὰ τοῦ πιστοῦ θεράποντος τοῦ θεοῦ Μωυσέως. διὰ τοῦτο ἐπειδὴ ἀπὸ τῶν ἀνέκαθεν πρῶτον ἦν τὸ φῶς φαῖνον ὥσπερ σπινθὴρ ἐν τῷ νόμῳ τῷ κατὰ φύσιν, ὃ θεασάμενος Ἐνὼχ εὐηρέστησε τῷ κυρίῳ, δι' οὗ καθοδηγούμενος ὁ Ἄβελ εὐηρέστησε τῷ κυρίῳ, δι' οὗ εὗρε Νῶε χάριν ἐνώπιον τοῦ θεοῦ κατανοήσας τὴν ὁδόν, δι' οὗ Ἀβραὰμ ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἶτα παρελθὸν τὸ φῶς ἀπὸ σπινθηροειδοῦς τρόπου προσέθετο φαιδρότητι «λύχνου φανέντος ἐν αὐχμηρῷ τόπῳ»· τουτέστι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει», ἡ ἐντολὴ τοῦ θεοῦ καὶ ἡ κατὰ τὴν ἀγαθότητα διάνοια, φωτίζουσα ἐν καρδίᾳ πιστῶν, ἀνὰ μέσον τῆς τεθολωμένης διανοίας διὰ τῶν ἐν τοῖς ἀνθρώποις γεγονότων φαύλων καὶ κακῶν πραγμάτων, εἰδωλολατρείας τε καὶ ἐπαρνησιθεΐας, φόνων τε καὶ μοιχείας καὶ τῶν ἄλλων. ὅτε δὲ ἦλθεν ὁ μέγας φωστήρ, «τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ὁ εἰς τὰ ἴδια ἐλθών, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». καὶ ὁρᾷς τοῦτο τὸ φῶς ἐν ποίᾳ σκοτίᾳ φαίνει καὶ ποία σκοτία αὐτὸ οὐ κατέλαβεν; ὅτι τὸ ἀγαθόν, ἀεὶ παρὰ θεοῦ πεμπόμενον τῇ διανοίᾳ τῶν ἀνθρώπων καὶ φωτίζον ἐν τῷ κόσμῳ, ὑπὸ τῆς ἁμαρτίας οὐχ ἥττηται. 65. Τὸ ὅμοιον δὲ πάλιν ἐπιλαμβάνεται ὁ αὐτὸς Μάνης ἀπὸ τοῦ τὸν σωτῆρα εἰρηκέναι «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς ἔσπειρε εἰς τὸν ἀγρὸν αὐτοῦ καλὸν σπέρμα. καὶ καθευδόντων τῶν ἀνθρώπων ἐχθρὸς ἄνθρωπος ἦλθε καὶ ἔσπειρε ζιζάνια. εἶτα λέγουσιν αὐτῷ οἱ δοῦλοι αὐτοῦ· οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; ὁ δὲ ἔφη, ναί. πόθεν οὖν τὰ ζιζάνια; ὁ δὲ ἀποκρινάμενος εἶπεν, ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι πρὸς αὐτὸν εἶπον· θέλεις οὖν ἀπελθόντες ἐκριζώσωμεν τὰ ζιζάνια; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· οὔ, μή 3.105 πως ἐκριζοῦντες τὰ ζιζάνια ἐκριζώσητε καὶ τὸν σῖτον. ἀλλ' ἄφετε ἕως καιροῦ τοῦ θερισμοῦ, καὶ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε τὰ ζιζάνια καὶ δήσατε δεσμάς, τὸν δὲ σῖτον ἀπόθεσθε ἐν τῇ ἀποθήκῃ, καὶ ἑτοιμάσατε τὰ ζιζάνια εἰς τὸ κατακαῆναι πυρὶ ἀσβέστῳ». τῶν δὲ μαθητῶν αὐτοῦ ἐπὶ τῆς οἰκίας λεγόντων· «εἰπὲ ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων», ὁ δὲ ἐπιλύει καὶ οὐ κρύπτει, ἵνα μὴ συγχωρήσῃ τῷ ἀπατεῶνι κατὰ τῆς ἀληθείας λαβὴν ἔχειν. ἀποκρίνεται οὖν σαφῶς ὁ κύριος καὶ λέγει «ὁ τὸ καλὸν σπέρμα σπείρας ἐστὶν ὁ θεός. ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, τὰ ζιζάνιά εἰσιν οἱ