384
πονηροὶ ἄνθρωποι, ὁ ἐχθρὸς ἄνθρωπός ἐστιν ὁ διάβολος, οἱ θερισταί εἰσιν οἱ ἄγγελοι, ὁ θερισμός ἐστιν ἡ συντέλεια τοῦ αἰῶνος, ὁ σῖτός ἐστιν οἱ καλοὶ ἄνθρωποι. * ὅτε ἀποστέλλει ὁ κύριος τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάγουσι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῆς αὐτοῦ βασιλείας καὶ παραδιδόασιν αὐτοὺς εἰς τὸ καῆναι». καὶ θεωρεῖτε, υἱοὶ τῆς ἀληθείας, ὅτι αὐτὰ ἃ βούλεται λέγειν καθ' ἑαυτοῦ προβάλλεται οὗτος ὁ ἀνακαινισθεὶς ἡμῖν ἀντὶ τῶν περὶ Ἰαννῆν καὶ Ἰαμβρῆν. αὐτὸς μὲν γὰρ ἀρνεῖται τὸν κόσμον τοῦ θεοῦ εἶναι· ὧδε δὲ ὁ σωτὴρ τὸν κόσμον ἔφη εἶναι τὸν ἀγρόν, τὸν δὲ οἰκοδεσπότην καὶ κύριον τοῦ ἀγροῦ τὸν θεόν, τουτέστι τὸν αὐτοῦ πατέρα, καὶ αὐτὸν ἐσπαρκέναι τὸ καλὸν αὐτοῦ σπέρμα. καὶ οὐδὲ διεῖλε ψυχὰς ἀπὸ σωμάτων ἢ σώματα ἀπὸ ψυχῶν, ἀλλὰ τὸν μὲν ἐχθρὸν ἄνθρωπον ἔφη ἐσπαρκέναι τὰ ζιζάνια, ἅ εἰσιν οἱ πονηροὶ ἄνθρωποι, ἀνθρώπους δὲ οὐ λέγει σώματα κατ' ἰδίαν οὐδὲ ψυχὰς κατ' ἰδίαν, ἀλλὰ ὁμοῦ εἶπε πονηροὺς ἀνθρώπους. πάλιν δὲ ὡσαύτως τὸ ἀγαθὸν σπέρμα ὃ ὁ οἰκοδεσπότης ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ, τοὺς ἀγαθούς φησιν ἀνθρώπους. καὶ οὐκ εἶπε τὰς τούτων ψυχάς, ἀλλ' ἀγαθοὺς ἀνθρώπους σὺν σώματι καὶ ψυχῇ. ἆρα γοῦν διὰ τῆς διδασκαλίας ὁ θεὸς σπείρει τὸ ἀγαθὸν ἐν τοῖς ἀνθρώποις καὶ διὰ τῆς κακομηχανίας ὁ διάβολος ὑποσπείρει τὰ πονηρὰ ἔργα ἐν τοῖς ἀνθρώποις. ἔνθεν δὲ καὶ ἔνθεν οὐ ῥίζαν εὑρήσομεν κακίας, ἀλλ' ἔργα δι' ἡμῶν ἐπιτελούμενα· καὶ οὐδὲ ὅλως ὁ θεὸς αἴτιός ἐστι τῶν ἐσπαρμένων ζιζανίων. εὐθὺς γὰρ φράζει λέγων «ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους», καὶ οὐκ εἶπεν "3ἐν τῷ καθεύδειν τὸν οἰκοδεσπότην"3. ὅταν γὰρ ἡμεῖς ἀποκοιμηθῶμεν ἀπὸ ἀγαθῶν ἔργων, ὅταν ἀμελήσωμεν τῆς δικαιοσύνης, ὅταν τὸν νοῦν μὴ ἐγρήγορον ποιήσωμεν 3.106 πρὸς τὴν τοῦ θεοῦ ἐντολήν, τότε σπείρονται ἐν ἡμῖν τὰ ἁμαρτήματα. ὁρᾷς ὅτι οἱ θερισταὶ ἑτοιμάζουσι τὰς δεσμὰς εἰς τὸ πῦρ τὸ αἰώνιον; λέγε μοι, ὦ Μάνη, ψυχὰς ἐκεῖ δεσμεύουσιν ἢ σώματα ἄνευ ψυχῶν καίουσιν ἢ καὶ τὰς ψυχάς; οὐκέτι γὰρ σταθήσεται ὁ περὶ καθαρισμοῦ σου τῶν ψυχῶν λόγος, ὁπότε εἰς τιμωρίαν καὶ κρίσιν παραδοθήσονται. ἀλλὰ ἀρκέσει περὶ τούτων ἕως τῶν ἐνταῦθα. τοῖς γὰρ συνετοῖς φαίνεται τὰ ῥητὰ τῆς ἀληθείας. 66. Ἐπιλαμβάνεται πάλιν ἑτέρου ῥητοῦ, εἰς μέσον φέρων καὶ μὴ νοῶν τὰ ἐν αὐτῷ ἐγκείμενα, ἑτέρως δὲ παρερμηνεύων τῆς σωτηριώδους διδασκαλίας τὴν δύναμιν τὸ δὴ εἰρηκέναι τὸν σωτῆρα ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐδὲν τῶν αὐτοῦ εὑρίσκει», καὶ πάλιν· «ὁ ἄρχων τοῦ κόσμου βληθήσεται κάτω» καὶ πάλιν παρὰ τῷ ἀποστόλῳ ὅτι «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, πρὸς τὸ μὴ καταυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης». ἴδωμεν τοίνυν τὸν ἄρχοντα τοῦ κόσμου τούτου, περὶ οὗ ὁ κύριος λέγει, εἰ βληθήσεται κάτω· ἐπιφέρει γάρ «ἐὰν δὲ ἐγὼ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»· τίνα οὖν λέγει ἄρχοντα τοῦ κόσμου τούτου; καὶ εἰ μὲν τὸν διάβολον λέγει, πῶς ὁ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ σωτῆρος λέγει ὅτι «εἰς τὰ ἴδια ἦλθεν»; ὁρῶμεν γὰρ τὰς δύο λέξεις ταύτας ἀντιθέτους πρὸς ἀλλήλας· ὁ ἀπόστολος γάρ φησιν «ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται» καὶ «ἐν τῷ κόσμῳ ἦν» ὁ σωτήρ. πῶς ἄρα οἱ ἀμφότεροι χωρηθήσονται; εἰ ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, ποῦ τόπος τῷ σωτῆρι ἐν τῷ κόσμῳ ἐστὶν τοῦ εἶναι αὐτὸν «ἐν τῷ κόσμῳ»; καὶ εἰ «ἴδια» τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ τὰ τοῦ κόσμου, ποῖος ἄρχων κυριεύει τῶν τοῦ θεοῦ ἰδίων; εἰ δὲ οὐκ ἔστιν ἴδια τοῦ υἱοῦ τοῦ θεοῦ τὰ ἐν τῷ κόσμῳ, ποῖος ἄρχων τοῦ κόσμου συνεχώρει ἴδια εἶναι τοῦ σωτῆρος τὰ ἐν τῷ κόσμῳ; καὶ εἰ τοῦ υἱοῦ τοῦ θεοῦ τυγχάνει ὁ κόσμος, πῶς συνεχώρει 3.107 ἄρχοντι τὸν ἴδιον κόσμον κατέχειν; εἰσὶ δὲ πάντες οἱ λόγοι τῆς θείας γραφῆς ἐν σοφίᾳ εἰρημένοι, καθὼς αὐτὸς ὁ κύριος λέγει «ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μὴ ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδού, ἄνθρωπος