385
φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν· καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς». πῶς δὲ ἡ σοφία ἐδικαιώθη ἀπὸ τῶν τέκνων αὐτῆς; ἀλλὰ τῶν συνιέντων τὰ τῆς σοφίας ῥήματα, ὡς λέγει καὶ ἐν τῷ προφήτῃ «τίς συνετὸς καὶ συνήσει ταῦτα; ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, καὶ ᾧ λόγος σοφίας, καὶ γνώσεται ταῦτα, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς». 67. Ἠσθένησε γὰρ καὶ ἠσέβησεν ὡς ἀληθῶς ὁ Μάνης μετὰ τῶν ἀσεβῶν ἐν τοῖς θείοις καὶ ἐπουρανίοις λόγοις. ὁ σωτὴρ γὰρ ἔλεγε πρὸ μικροῦ «ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ», καὶ ὧδε πάλιν «ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω». καὶ εἰ περὶ τοῦ σατανᾶ ἦν ὁ λόγος τοῦ ἤδη πεπτωκότος, τίς ἦν χρεία πάλιν βάλλεσθαι κάτω; ἀλλὰ πάντως ἐρεῖς εἰς τὴν ἄβυσσον. ποῦ οὖν ἔμελλεν ὑψοῦσθαι ὁ κύριος; εἰ μὲν γὰρ ἀπὸ τῆς ἀβύσσου ἔμελλεν ὑψοῦσθαι, * τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ παρεκτεινόμενον τὰ ἰσόρροπα τῆς φράσεως ἀπεργάζεται. πότε δὲ ἐν τῇ γῇ ὑψώθη; ἔλεγε γὰρ περὶ τοῦ ὑψώματος τοῦ σταυροῦ καὶ περὶ τοῦ εἰς οὐρανὸν ἀνιέναι, ἵνα πάντας ἀνελκύσῃ πρὸς ἑαυτόν. καὶ τίνι λόγῳ ἄνω τυγχάνων οὐκ ἀνείλκυσεν, ἀλλ' ἐπὶ τῆς γῆς ἐλήλυθεν; ἔδει γὰρ αὐτὸν ἐλθεῖν καὶ τὸ εἶδος τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα πρῶτον αὐτὸ τὸ σκεῦος τὸ ἅγιον, ὃ ἀπὸ Μαρίας εἴληφεν ὑψώσῃ ἐν ἑαυτῷ ἀναπλάσας ἑαυτῷ τὸ ἅγιον σῶμα, θεὸς ἄνωθεν Λόγος ἐλθὼν ἐκ κόλπων πατρῴων, ἵνα ἐν τῷ ἰδίῳ σώματι ὑψῶσαι ἐν αὐτῷ ὑψωθεὶς τοὺς ὁμοίους ἑλκύσῃ πρὸς ἑαυτόν. τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κόσμου τούτου; ἀλλὰ ὡς λέγει «πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται», οὐκ οὐρανὸν λέγων, οὐ τὴν γῆν, οὐχ ἥλιον, οὐ σελήνην, οὐ φυτά, οὐ θάλασσαν, οὐκ ὄρη, οὐκ ἀέρα, οὐ νέφη, οὐκ ἄνεμον, οὐκ ἄστρα, οὐ πτηνά, οὐδέν τι τῶν ἐκτισμένων, μὴ γένοιτο, ἀλλ' ὁ κόσμος * τῶν 3.108 ἀνθρώπων, ἡ ὑπερηφανία τῆς ἐννοίας, τὸ θράσος τοῦ τύφου, ἡ ἀλαζονεία τῆς τῶν ἀνθρώπων ἐπάρσεως· οὗτος ἦν ὁ ἄρχων τοῦ κόσμου τούτου ὃς ἐξέπεσε κάτω, ἡ ὑπερηφανία. «ὑμεῖς» γάρ φησι «δόξαν παρὰ ἀλλήλων λαμβάνετε, ἐγὼ δὲ οὐ ζητῶ τὴν ἐμαυτοῦ δόξαν». πῶς γὰρ οὐκ ἔπεσεν ἡ ὑπερηφανία, πῶς οὐκ ἐθραύσθη ὁ ἄρχων τοῦ κόσμου, Ἡρῴδου μὲν φυλάττοντος καὶ κρίνοντος τὸν κριτὴν ζώντων καὶ νεκρῶν καὶ κύριον, Πιλάτου δὲ προκαθεζομένου, ὑπηρέτου ῥαπίζοντος τὴν σιαγόνα, Ἰούδα παραδιδόντος, Καϊάφα δικάζοντος, Ἰουδαίων κατεμπτυόντων, στρατιωτῶν κολαφιζόντων κεφαλὴν τοῦ δυναμένου νεύματι εἰλῆσαι οὐρανὸν καὶ γῆν; αὕτη ἡ ὑπερηφανία καὶ τὸ θράσος καὶ ἡ δόξα τῶν ἀνθρώπων τοῦ κόσμου, οὗτος ἦν ὁ ἄρχων τοῦ κόσμου, ὁ πεσὼν χαμαί. πάντες γὰρ οἱ τῶν ἀξιωμάτων ἐν τῷ κόσμῳ τούτῳ ἐν ὑπεροχῇ τυγχάνοντες τὴν ἀρχὴν ἔχουσι διὰ τῶν φρυαγμάτων, διὰ τοῦ θράσους καὶ κύδους καὶ ὑπερηφανίας, ὧν οὐδὲν ἐν τῷ σωτῆρι εὕρηται. «λίνον γὰρ τυφόμενον οὐ σβέσει καὶ κάλαμον τεθραυσμένον οὐ κατεάξει.» 68. Καὶ πολλά μοι ἔστι περὶ τούτου λέγειν. πάλιν δέ φησιν ὁ αὐτὸς Μάνης ὅτι «ὁ θεός» φησί «τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, τοῦ μὴ καταυγάσαι εἰς τὸν φωτισμὸν τοῦ εὐαγγελίου». εἰ ἔνι ὁ θεὸς τοῦ κόσμου τούτου, τί ἄρα ἐλθὼν ὁ σωτὴρ ἐποίει εἰς τὰ ἀλλότρια; καὶ εἰ μὲν τῶν ἀλλοτρίων ἐφίετο, οὐκ ἔστι τοῦτο ἀγαθοῦ οὔτε δικαίου· εἰ δὲ ἕνεκεν τοῦ σῶσαι ἦλθεν οὐκ ἴδια, ἀλλ' ἀλλότρια, τοῦτο καὶ κόλακος τυγχάνει τινὸς βουλομένου προσεπαίρειν τοὺς τοῦ πέλας. καὶ εἰ ὅλως τὰ τοῦ θεοῦ τοῦ αἰῶνος τούτου ἦλθε σῶσαι, ἄρα αὐτῷ τῷ θεῷ τοῦ κόσμου τὴν χάριν κατατίθεται, ἴδια αὐτοῦ σκεύη πειρώμενος σῴζειν. καὶ εἰ ὅλως συγκατατίθεται ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐπὶ τοῖς αὐτοῦ διὰ τοῦ σωτῆρος σῳζομένοις, ἄρα ἀγαθός ἐστιν, εἰ καὶ μὴ δύναται σῴζειν, χαίρων ἐπὶ τῇ τῶν ἰδίων σωτηρίᾳ. καὶ ἔσται λοιπὸν μία κοινωνία τῆς ἀγαθότητος, ὅτι ὁ μὲν δυνάμενος σῴζει, ὁ δὲ μὴ δυνάμενος τὰ ἴδια σῴζειν χαίρει ἐπὶ τοῖς σῳζομένοις, κέρδος τὰ ἴδια ἡγούμενος παρὰ τοῦ καλῶς σῴζοντος σῳζόμενα ἔχειν.