386
καὶ εἰ ὅλως οὐκ ἐναντιοῦται τῷ βουλομένῳ τὰ ἴδια σῴζειν, καὶ χάριν ὁμολογήσει. εἰ δὲ χάριν ὁμολογεῖ, πρῶτον ὁ σωτὴρ αὐτὸν σῴσει οὗ οἱ σῳζόμενοι, ἵνα δείξῃ ἐπ' αὐτῷ 3.109 σῳζομένῳ τὴν αὐτοῦ ἀγαθότητα καὶ ὅτι οὐ τοὺς μικροὺς μᾶλλον βούλεται σῴζειν καὶ ἐᾶν τὸν ἀναγκαῖον, ἐξ οὗπερ οἱ σῳζόμενοι γεγόνασιν. ἢ ἄλλως πάλιν· εἰ μὲν βούλεται αὐτὸν μὴ σῴζειν, τοὺς δὲ ὑπ' αὐτοῦ γεγενημένους σῴζει, ἄρα οὐ τέλειον ἀπεργάζεται, οὐδὲ δύναται τὸ ἀγαθὸν ἐργάσασθαι ἐν τελειότητι. εἰ δὲ διὰ τὸ εἶναι αὐτὸν φύσεως μὴ σῳζομένης αὐτὸν μὲν ἀδυνάτως ἔχει σῴζειν, τοὺς δὲ ὑπ' αὐτοῦ γεγενημένους σῴζει, πολλῷ μᾶλλον οἱ ἐξ αὐτοῦ γεγενημένοι σαθρότεροι αὐτοῦ ὑπάρχουσι καὶ ἀδυνάτως ἔχουσι πρὸς σωτηρίαν. καὶ ἄλλως δέ· εἰ μὲν ἴδιά τινα μὴ ἔχων σῴζειν εἰς τὰ ἀλλότρια ἦλθεν ἐπιδείξεως χάριν, τοῦ τὴν αὐτοῦ βοήθειαν δεῖξαι, πολλὴ ἡ ἀπορία ἡ μὴ δυναμένη ἴδια σῴζειν καὶ εἰς τὰ ἀλλότρια ἐπιδημοῦσα, ὅπως ἐνδείξηται τὸ ἔργον, ὃ ἐν τοῖς ἰδίοις ἀδυνάτως ἔσχεν ἐπιδείξασθαι. καὶ ἤδη διέπεσεν ὁ περὶ τοῦ σωτῆρος καὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ὑπὸ τοῦ Μάνη εἰρημένος λόγος, καὶ ἔσται τῷ ὄντι ὁ θεὸς τοῦ αἰῶνος τούτου οὐ θεὸς παρηλλαγμένος παρὰ τὸν ὄντα ἄλλος, οὐδὲ ἐνυπόστατος θεὸς ἄλλος, μὴ γένοιτο· θεὸς γὰρ ὁ πάντων δεσπότης, ὁ τὸν κόσμον ποιήσας, εἷς ἐστι θεός, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐδέποτε διαλείπει. 69. Περὶ οὗ δὲ ὁ ἀπόστολος λέγει, ὃν ᾑρέτισαν τὸν θεὸν ἑαυτῶν εἶναι οἱ ἄπιστοι, οὐ μόνον λέγω ἕνα θεὸν εἶναι τοῦ αἰῶνος τούτου, μὴ γένοιτο, ἀλλὰ καὶ πολλούς, οἷς ἑαυτοὺς ὑπέταξαν οἱ ἄπιστοι καὶ ἐτυφλώθησαν τὴν διάνοιαν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει «ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν» καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν» φησίν, εἶτα μετὰ πολλά, ἵνα δείξῃ τίνες εἰσὶν οἱ δύο κύριοι, φησίν «οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». ἄρα οὖν ὁ θεὸς θεὸς καὶ μαμωνᾶς θεὸς τοῦ κόσμου. διὰ γὰρ τοῦ μαμωνᾶ καὶ τῆς κοιλίας, τῶν δύο τούτων, ἡ πλείστη φύσις τῶν ἀνθρώπων τυφλώττει δελεαζομένη, οὐχ ὑπὸ θεοῦ λαβοῦσα τὴν πρόφασιν, ἀλλὰ διὰ τῆς ἰδίας κακομηχανίας, ὡς ἕκαστος ὀρεγόμενος ἐπὶ τῇ ἀπιστίᾳ ἑαυτὸν παραδίδωσιν ὑποχείριον πάντων. ὅθεν καὶ ὁ ἀπόστολος λέγει «ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία». καὶ διὰ τοῦτο ἐπαρᾶται κακῇ προλήψει θεοποιίας λέγων «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει», ἐπαρώμενος γαστρὸς ἐπιθυμίαις. ὁ θεὸς τοίνυν τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα 3.110 τῶν ἀπίστων, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ εὑρίσκεται ὁ γραμματεὺς † πρῶτος καὶ δεύτερος λέγων «τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ ἔφη· τίμα τὸν πατέρα καὶ τὴν μητέρα κατὰ τὸ γεγραμμένον». οὐ γὰρ ἦν ἀλλότρια τὰ τοῦ νόμου· ὡς αὐτὸς ὁ κύριος διδάσκει ζωῆς κληρονομίαν εἶναι τὴν παραφυλακὴν τοῦ νόμου. εἶτά φησι «ταῦτα πάντα ἐποίησα ἐκ νεότητός μου». καὶ ἀκούσας «ἐχάρη», ἵνα δείξῃ τὰς ἐντολὰς τοῦ νόμου οὐκ ἀλλοτρίας τῆς αὐτοῦ θεότητος ὑπαρχούσας· διὰ γὰρ τοῦ εἰπεῖν ὅτι ἐχάρη συγκατάθεσιν ἐποιήσατο παλαιᾶς διαθήκης πρὸς νέαν διαθήκην. ἀλλά φησι «τί ἔτι ὑστερῶ»; καί φησι πρὸς αὐτὸν «εἰ θέλεις τέλειος γενέσθαι, πώλησον τὰ ὑπάρχοντά σοι καὶ δὸς πτωχοῖς, καὶ λάβε τὸν σταυρόν σου καὶ ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. ὁ δὲ ἀπῆλθε λυπούμενος. ἦν γὰρ πλούσιος σφόδρα». εἶτα ὁ κύριος ἔφη «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». οὐ δύνανται γὰρ οἱ πλούσιοι εἰσελθεῖν, ὅτι ἐτυφλώθησαν ὑπὸ τοῦ θεοῦ τοῦ αἰῶνος, ἡγησάμενοι τὸν μαμωνᾶν ἑαυτῶν θεὸν καὶ ἑαυτοὺς ὑποχειρίους πεποιηκότες τῷ θεῷ τοῦ αἰῶνος τούτου τουτέστι τῇ φιλαργυρίᾳ. ὡς λέγει «προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις,» καὶ ἐν ἄλλῳ τόπῳ «ἥτις ἐστὶ φιλαργυρία». καὶ ἵνα δείξῃ ταύτης τὸ ἀποτέλεσμα καὶ τὸ ἔργον, λέγει «ὁδηγοί εἰσι