387
τυφλοὶ τυφλῶν. τυφλὸς δὲ τυφλὸν ὁδηγῶν, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται». ἐπειδὴ γὰρ ἐτύφλωσεν αὐτοὺς ἡ φιλαργυρία, ὁ θεὸς τοῦ αἰῶνος τούτου, καὶ οὐ «κατηύγασεν ὁ φωτισμὸς τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν,» διὰ τὸ τετυφλῶσθαι περὶ τὴν φιλαργυρίαν. αὕτη γὰρ καὶ τὸν Ἰούδαν ἐτύφλωσεν, αὕτη καὶ τοὺς περὶ Ἀνανίαν ἀπέκτεινεν, αὕτη πολλοὺς ἠφάνισεν. οὗτός ἐστιν ὁ θεὸς τοῦ αἰῶνος τούτου, ὃν αἱρησάμενοι θεὸν οἱ ἄνθρωποι ἐπελάβοντο τῆς πρὸς αὐτὸν τιμῆς καὶ κατεφρόνησαν τοῦ κυρίου, ὡς λέγει «τοῦ μὲν ἑνὸς ἀνθέξεται, τοῦ δὲ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». καὶ ὁρᾷς ῥητῶς καὶ σαφῶς τὸ πρᾶγμα ἑρμηνευόμενον· οὐδεὶς γὰρ ἔνι ἕτερος θεός, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῇ γῇ, οὐκ ἐν πᾶσι χωρίοις, ἀλλὰ «εἷς πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς 3.111 Χριστός, δι' οὗ τὰ πάντα», καὶ ἓν πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τὰ πάντα, ἀεὶ οὖσα ἡ τριάς, μία ἡ θεότης καὶ μηδέποτε προσθήκην λαμβάνουσα, οὐδὲ ἀφαίρεσιν ἐνδεχομένη. 70. Ἴωμεν δὲ ἐφ' ἕτερα πάλιν καὶ τὰ δίκτυα τούτου τοῦ θηρὸς καὶ ἐχθροῦ καὶ ἐκδικητοῦ διασπασώμεθα, ἀγαπητοί, ἐπὶ τὴν φράσιν τῆς ἀληθείας τὰ ὑπ' αὐτοῦ ξενολεκτούμενα φέροντες τοῖς βουλομένοις τὰ τῆς ἀληθείας καταμαθεῖν καὶ ἀποτρέπεσθαι τὸν νοῦν ἀπὸ κακοδιδασκαλίας πάσης αἱρέσεως. ἐπιλαμβάνεται γὰρ τοῦ νόμου πάλιν καὶ τῶν προφητῶν, ἐχθρὸς ὢν τῆς ἀληθείας καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἐν νόμῳ καὶ ἐν προφήταις λελαληκότος καὶ φησι φύσει χαλάσας γλῶσσαν ὡς καὶ ἀεὶ κατὰ τοῦ θεοῦ τοῦ ποιήσαντος τὰ πάντα, λαλήσαντός τε ἐν νόμῳ καὶ ἐν προφήταις, «πατρὸς ὄντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καί φησιν· «ἐξ αὐτοῦ ἐπιθυμία καὶ ἐξ αὐτοῦ φόνοι καὶ τὰ ἄλλα πάντα. παρεκελεύετο γὰρ καὶ ἱμάτια ἀφαρπάξαι τῶν Αἰγυπτίων, θυσίας δὲ αὐτῷ προσφέρεσθαι καὶ τὰ ἄλλα πάντα ὅσα παρέχει νόμος, φονεύειν δὲ τὸν φονεύοντα, ὡς μηκέτι ἀρκεῖσθαι τῷ πρώτῳ φόνῳ, ἀλλὰ καὶ δεύτερον ἐργάζεσθαι, δῆθεν ἐκδικοῦντος αὐτοῦ τὸν πρῶτον φόνον· ἐμβάλλει τε ἐπιθυμίας εἰς τὰς διανοίας τῶν ἀνθρώπων, καὶ διηγούμενος περὶ γυναικῶν καὶ τῶν ἄλλων πραγμάτων. ἐχεθύμως δέ, φησιν, ὀλίγα περὶ τοῦ Χριστοῦ προεφήτευσεν, ἵνα διὰ τῶν ὀλίγων πιστοποιήσῃ πιθανολογήσας.» καὶ ταῦτα ἦν τὰ ῥήματα τοῦ τολμηροῦ Μάνη, ἃ κατὰ τοῦ ἰδίου δεσπότου ἀθυρογλώττως φθέγγεται. κατανοήσας δέ τις ἴδοι μηδὲν ἕτερον ἐν τούτῳ φαινόμενον 3.112 ἀλλ' ἢ φρενιτιῶντος ἔργα. ὡς γὰρ ὁ τὴν φρενῖτιν ἔχων μάχαιραν καθ' ἑαυτοῦ ὁπλίζεται καὶ διὰ τὴν ἐπιληψίαν τὰς ἑαυτοῦ σάρκας τέμνων νομίζει ἐχθροὺς ἀμύνασθαι καὶ οὐκ οἶδεν, οὕτω καὶ οὗτος καθ' ἑαυτοῦ διοπλίζεται, μὴ νοῶν τὰς λέξεις ἃς καθ' ἑαυτοῦ ἐφέλκεται. εἰ γὰρ ἐξ αὐτοῦ ἡ ἐπιθυμία, καὶ ἐπιθυμίας ἐνεργεῖ, πῶς ἄνω καὶ κάτω κατὰ ἐπιθυμίας γράφει ὁ τὴν ἐπιθυμίαν ἐμβάλλων; ὁ λέγων «μὴ ἐπιθυμήσῃς τὰ τοῦ πλησίον, μηδὲ τὸν βοῦν αὐτοῦ μηδὲ τὸ ὑποζύγιον αὐτοῦ μηδὲ τὴν παιδίσκην αὐτοῦ μηδὲ τὸν ἀγρὸν αὐτοῦ μηδὲ τὴν γυναῖκα αὐτοῦ μηδὲ ὅσα ἐστὶ τῷ πλησίον σου»· εἰ ἀναιρεῖ τὴν ἐπιθυμίαν, οὐκ αὐτὸς τῆς ἐπιθυμίας ἐστὶ χορηγός. 71. Πῶς οὖν, φησίν, ἐνετείλατο σκυλεῦσαι τοὺς Αἰγυπτίους ἐν τῷ ἐξιέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου; ναί· δίκαιος γάρ ἐστι κριτής, ὡς καὶ ἤδη πολλάκις εἴρηκα περὶ τούτου. καὶ ἵνα δείξῃ ὅτι οὐκ αὐτὸς ἐνδέεται θυσιῶν, φησὶν ἐν τῷ προφήτῃ «μὴ θυσίας προσηνέγκατέ μοι, οἶκος Ἰσραήλ, τεσσαράκοντα ἔτη; λέγει κύριος». τίνι οὖν ἦσαν αἱ θυσίαι προσφερόμεναι; αὐτῷ μὲν κατὰ τὴν διάνοιαν τῶν προσφερόντων, αὐτὸς δὲ οὐχ ἕνεκεν τοῦ ἐνδέεσθαι προστέταχεν, ἀλλ' ἵνα συνεθίσῃ ἀπὸ πολυθεΐας ἕνα θεὸν ἐπιγινώσκειν· ἐπειδὴ γὰρ ἑώρων θυσίας ἐπιτελουμένας τοῖς θεοῖς τῶν Αἰγυπτίων, ἵνα μὴ διὰ πολυθεΐαν τραπέντα αὐτῶν τὰ νοήματα καταλείψωσι τὸν μόνον ἕνα θεόν. ὅτε δὲ συναγήοχεν αὐτῶν τὴν διάνοιαν ἀπὸ πολυθεΐας διὰ πολλοῦ χρόνου, ἀποσυνεθίσας αὐτοὺς τῆς τοιαύτης