388
ὑποθέσεως, ἄρχεται παρακόπτειν ἃ μὴ ἤθελε καὶ ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν»; «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» «ταῦτα γὰρ οὐκ ἐξεζήτησα ἐκ τῶν χειρῶν ὑμῶν», ἀλλὰ «ποιεῖν πρὸς τὸν πλησίον δικαιοσύνην καὶ ἀλήθειαν ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ». καὶ ὁρᾷς ὅτι προϊόντων τῶν χρόνων ἡ ὑπόστασις τῆς δυνάμεως τῶν θείων λόγων ἀποκαλύπτεται, ὡς αὐτὸς πάλιν λέγει τῷ Σαμουήλ «χρῖσον τὸν Σαοὺλ εἰς βασιλέα», ὕστερον δὲ αὐτοὺς ἐλέγχει λέγων «ἐχρίσατε βασιλέα οὐ δι' ἐμοῦ καὶ ἄρχοντας καὶ ἐγὼ οὐκ ἐνετειλάμην ὑμῖν». ἀλλ' ἐπειδὴ ἐζήτησαν τοῦτο αἱ διάνοιαι αὐτῶν, παραμυ3.113 θούμενος ὁ θεὸς Σαμουὴλ τὸν προφήτην ἔλεγεν «οὐ σὲ ἀπεβάλοντο, ἀλλ' ἐμέ, λέγει κύριος. πλὴν χρῖσον αὐτοῖς τὸν Σαούλ, υἱὸν Κῖς»· ὥσπερ παιδίοις μικροῖς προσφερόμενον τὸ θεῖον, ἵνα βαστάσῃ τὴν ἀσθένειαν τῶν ἀσθενούντων καὶ ἀναθωπεύσῃ τὸ βρέφος ἀπὸ τῆς αὐτοῦ ἀσθενείας. εἶτα λέγει τὸ τελειότατον «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», καὶ «θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως»· καὶ ὅσα ἔστι περὶ τούτου λέγειν. 72. Εἶτά φησιν ὁ αὐτὸς Μάνης, ἠθέλησε * περὶ Χριστοῦ λόγον ἐκθέσθαι. * ὁ λαλήσας γὰρ ἐν τῷ νόμῳ μέγας ἀληθῶς, ὁ ἐκθέμενος καὶ περὶ τῶν μελλόντων γινώσκων. εἰ γὰρ οἶδε τὰ μέλλοντα, οὐκ ἄμοιρός ἐστι προγνώσεως, ἀλλὰ θεός ἐστι τὰ μέλλοντα εἰδώς· ἔγραψε δὲ αὐτά, ἵνα γένηται. εἰ δὲ ἐναντία αὐτῷ ὑπῆρχεν, ἔγραφε μὲν περὶ αὐτῶν, ἔλυσε δὲ αὐτά, ἵνα μὴ αὐτοῖς πεισθῶμεν. ὁπότε δὲ συνίστησι τὰ μέλλοντα εἰς Χριστὸν τελειοῦσθαι, αὐτὸ ἄρα ἐστὶ τὸ πνεῦμα τὸ λαλῆσαν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ. μία γάρ ἐστιν ἡ συμφωνία, ὡς διὰ Μωυσέως λέγει «προφήτην ὡς ἐμὲ ὑμῖν ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος», καὶ πάλιν ὁ κύριος λέγει «Μωυσῆς περὶ ἐμοῦ ἔγραψεν», ὁ δὲ Μωυσῆς φησι «πᾶσα ψυχὴ ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται», καὶ πάλιν ὁ κύριος «εἰ τοῖς Μωυσέως γράμμασιν οὐ πιστεύετε, πῶς ἂν τοὺς ἐμοὺς λόγους ἀκούσητε;» καὶ πανταχόθεν φαίνεται ἡ ἀλήθεια φωτεινή τις οὖσα καὶ «μὴ ἔχουσα ῥυτίδα». 73. Θανάτου δὲ πάλιν ὁρίζεται τὴν διαθήκην τοῦ νόμου, διὰ τὸ εἰρηκέναι τὸν ἀπόστολον «εἰ δὲ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ.» καὶ οὐ μόνον τοῦτο εἶπεν ἡ θεία γραφή, ἀλλ' ὅτι «ὁ νόμος δικαίῳ οὐ κεῖται, ἀλλὰ πατραλοίαις καὶ μητραλοίαις καὶ ἐπιόρκοις, καὶ εἴ τι ἀντίκειται τῇ ὑγιαινούσῃ διδασκαλίᾳ». ἐπεὶ οὖν ὁ νόμος δικαίῳ οὐ κεῖται, παράνομος ἄρα ἐστὶν ὁ δίκαιος; μὴ 3.114 γένοιτο. ἀλλ' ἐπειδὴ προέλαβεν ὁ δίκαιος τὰ τοῦ νόμου τελέσαι, οὐκ ἔστι νόμος κατὰ δικαίου τοῦ πεποιηκότος τὸν νόμον· κεῖται δὲ κατὰ τῶν ἠνομηκότων, δικάζων τοὺς παρανομήσαντας. οὕτως οὖν ἡ διαθήκη θανάτου διαθήκη. ἔλεγε γὰρ τὸν φονέα φονεύεσθαι καὶ τὸν μοιχὸν ἀποκτένεσθαι καὶ τὸν παρανομήσαντα λιθοβολεῖσθαι. «ἐγένετο δὲ ἐν δόξῃ»· μεγάλη γὰρ ἐγένετο ἡ ταύτης δόξα. περιεκράτησε γὰρ τῆς δόξης τῶν ἀνθρώπων τῆς ἀπὸ τῆς πρὸς ἀλλήλους ἀδικίας, ἐν φωτὶ στύλου πυρὸς τυπουμένη, ἐν σάλπιγξι φοβεραῖς ἠχούσαις μέγα, καὶ ἐν σκηνῇ τοῦ μαρτυρίου * καὶ ἐν μεγάλῃ τότε γενομένη δόξῃ. ἔδει γὰρ προάγειν τὴν διαθήκην τοῦ θανάτου, ἵνα πρῶτον «θανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῇ δικαιοσύνῃ, ὡς Χριστὸς» «τὰς ἀσθενείας ἡμῶν ἐβάστασε καὶ τὰς νόσους ἀνέλαβεν», «ἀνενέγκας πάντα ἐπὶ τῷ σώματι ἐν τῷ σταυρῷ», ἵνα πρῶτον τὰ τοῦ θανάτου, ἔπειτα τὸ τῆς ζωῆς ἐν αὐτῷ δι' ἡμᾶς πληρωθήσεται. καὶ διὰ τοῦτο πρῶτον ἀποθνῄσκει, ἵνα συστήσῃ τὴν τοῦ θανάτου διαθήκην. ἔπειτα ἐκ νεκρῶν ἐγήγερται, ἵνα «μεταμορφωθῶμεν ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος». ἐν γὰρ τῷ σταυρῷ «ἐθριάμβευσεν ἀρχὰς καὶ ἐξουσίας», ἐν τῷ θανάτῳ «κατέκρινε τὴν ἁμαρτίαν», ἐν τῷ ταφῆναι ἔθαψε τὴν ἀνομίαν, ἐν τῷ γεύσασθαι θανάτου κατέκλασε «τὸ κέντρον