389
τοῦ θανάτου», ἐν τῷ κατελθεῖν εἰς τὸν Ἅιδην ἐσκύλευσε τὸν Ἅιδην, ἔλυσε τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ἔλαβε τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ διαβόλου. καὶ ὅρα πῶς ἡ δόξα αὕτη ἀπὸ Μωυσέως ἄχρι τοῦ κυρίου. πόσῳ γε μᾶλλον ἡ διαθήκη τῆς ζωῆς ἔσται ἐν δόξῃ, λίθου ἀποκεκυλισμένου, πετρῶν ῥηγνυμένων, μνημάτων ἀνοιχθέντων, ἀγγέλων ἐξαστραπτόντων, γυναικῶν εὐαγγελιζομένων, εἰρήνης διδομένης, πνεύματος παρ' αὐτοῦ τοῖς ἀποστόλοις διδομένου, οὐρανῶν βασιλείας καταγγελλομένης, εὐαγγελίου φωτίσαντος τὴν οἰκουμένην; «ὁ καταβὰς αὐτὸς καὶ ὁ ἀναβὰς ἐπάνω πάντων τῶν οὐρανῶν» καὶ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός. οὐκ ἦν θανατοποιὸς ἡ διαθήκη, ἀλλὰ κατὰ τοῦ θανάτου ἡ διαθήκη. ἐν δόξῃ δὲ ἡ τοῦ θανάτου, ἵνα ἡ ὑπερβάλλουσα δόξα κατὰ τοῦ θανάτου γένηται. 74. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· «οὐ δύναται ἑνὸς διδασκάλου εἶναι παλαιὰ καὶ καινὴ διαθήκη. ἡ μὲν γὰρ παλαιοῦται ἡμέραν ἐξ ἡμέρας, 3.115 ἡ δὲ ἀνακαινίζεται ἡμέραν καθ' ἡμέραν· πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται· ἀλλὰ ἐκείνη ἄλλου θεοῦ καὶ ἄλλου διδασκάλου, καὶ αὕτη ἑτέρου θεοῦ καὶ ἑτέρου διδασκάλου». καὶ εἰ μὲν εἶχε δεῖξαι δύο διαθήκας παλαιάς, ἠδύνατο παρ' αὐτῷ πιθανὸν εἶναι τὸ λεγόμενον, ὡς δύο ὄντων τῶν τότε διαθεμένων. ὡσαύτως δὲ εἰ δύο καινὰς διαθήκας εἶχε δεῖξαι, ἦν εἰς τὴν διάνοιαν λαβεῖν τὸ προειρημένον. εἰ δὲ ἡ μὲν παλαιὰ ἑνὸς καὶ ἡ καινὴ τοῦ ἄλλου, τοῦ τε καλοῦ θεοῦ εἰ ἐστιν ἡ καινὴ διαθήκη, πονηροῦ δὲ ἡ παλαιά, ἄρα εἰ μὴ εἶδεν ὁ ἀγαθὸς θεὸς τὸν πονηρὸν διαθέμενον, οὐκ ᾔδει ὅτι χρὴ διαθέσθαι διαθήκην, καὶ ἔσται μᾶλλον παρ' αὐτοῦ λαμβάνων τὴν πρόφασιν τῆς διδασκαλίας, καὶ ἄπειρος ὢν ἐν τοῖς πράγμασιν· εἰ γὰρ μὴ ἑώρακεν, οὐκ ἂν ἐμιμήσατο. καὶ ἔδει μᾶλλον τὴν παλαιὰν διαθήκην εἶναι τοῦ ἀγαθοῦ, ἵνα κἂν ὁ πονηρὸς μιμηλὸς ἀκούσῃ, ἤπερ ὁ ὢν ἀληθινὸς θεός. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ὃ ἐὰν βλέπῃ ὁ υἱὸς πρὸς τὸν πατέρα ποιοῦντα, οὕτω καὶ αὐτὸς ὁμοίως ποιεῖ». καὶ ἵνα μὴ εἴξῃ τῷ συμβουλεύοντι, εἰς τὸ μὴ καυχᾶσθαι τὸν διάβολον καὶ λέγειν διὰ τῆς συμβουλίας αὐτοῦ τι τὸν σωτῆρα πεποιηκέναι, ὥς φησι πρὸς αὐτόν· «εἰπὲ ἵνα οἱ λίθοι ἄρτοι γένωνται», ὁ δὲ οὐκ ἀνέχεται, ἵνα μὴ μαθὼν ὑποληφθείη παρὰ τοῦ διαβόλου λαμβάνων τὴν συμβουλίαν. καὶ ὁρᾷς ὅτι τὰς δύο διαθήκας ἑνὸς λέγει θεοῦ; φησὶ γὰρ ὁ ἀπόστολος «ἡ πρώτη διαθήκη ἐκ τοῦ ὄρους Σινᾶ ἐδόθη, εἰς δουλείαν γεννῶσα. τὸ γὰρ ὄρος Σινᾶ ἐστιν ἐν τῇ Ἀραβίᾳ· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν.» εἰ γὰρ δύο εἰσὶ γυναῖκες, ἀλλὰ εἷς ὁ ἀνήρ· οὕτως εἰ καὶ δύο εἰσὶ διαθῆκαι, ἀλλὰ εἷς ὁ θεός, ὁ τὰς δύο θέμενος. καὶ διὰ τοῦτο οὐ δύο κέκληκε καινάς, οὐδὲ δύο παλαιάς, ἀλλὰ μίαν παλαιὰν καὶ μίαν καινήν. καί φησι «διαθήκη δὲ ἐπὶ νεκροῖς βεβαία ἐστί, διὸ καὶ ἡ 3.116 πρώτη ἄνευ αἵματος οὐκ ἐγένετο». «ἔλαβε γὰρ Μωυσῆς τὸ αἷμα τῶν τράγων καὶ ἐρράντισεν αὐτὸ τὸ βιβλίον καὶ τὸν λαόν». διὰ τοῦτο καὶ ἡ δευτέρα ἐπὶ τῷ θανάτῳ τοῦ σωτῆρος ἐδόθη διαθήκη· ὁπότε μάλιστα αἱ ἀμφότεραι ἀλλήλαις συνᾴδουσιν, ἡ μὲν λέγουσα «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται», ἡ δὲ δευτέρα ὅτι «θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν, διὰ δὲ τὴν συντομίαν ὑπερβήσομαι. 75. ∆ένδρεσι δὲ ἐξηραμμένοις καὶ γεγηρακόσιν ἀπεικάζει πάλιν νόμον καὶ προφήτας, δῆθεν ἀπὸ τοῦ ῥητοῦ οὗ εἴρηκεν «ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου». καὶ οὐδὲν τούτου ἠλιθιώτερον. τίνι γὰρ οὐ σαφὲς ὑπάρχει ὅτι πληρωθέντος τοῦ ὑπὸ τῶν προφητῶν καταγγελλομένου νόμου ἐτελέσθησαν οἱ προφῆται; εἰ γὰρ ἔτι προφῆται ἤρχοντο καταγγέλλοντες Χριστὸν ἐρχόμενον ἀπὸ Μαρίας, οὔπω Χριστὸς ἐπεδήμησεν. ἔοικε γὰρ ἡ ὑπόθεσις αὕτη τοιούτῳ τινὶ πράγματι· ὡς βασιλεὺς μέλλων ἐπιδημεῖν εἰς χώραν προπέμπει ἐνώπιον αὐτοῦ