390
ἐφίππους προετοιμαστὰς προκαταγγέλτορας καὶ ὅσον ἡ παρουσία φθάνει τοῦ βασιλέως, τοσούτῳ πλείους οἱ τῆς παρουσίας κήρυκες, προλαμβάνοντες καὶ ἐν ταῖς πόλεσι τὰ τῆς παρουσίας διαγγέλλοντες· ἐπὰν δὲ φθάσῃ ὁ βασιλεὺς εἰσελθεῖν εἰς τὴν πόλιν, τίς ἔτι χρεία κηρύκων, τίς ἔτι χρεία ἐφίππων ἢ τῶν ἄλλων τῶν προκαταγγελλόντων τὴν τοῦ βασιλέως παρουσίαν, ὁπότε αὐτὸς ὁ βασιλεὺς ἔνδον ὑπάρχει; οὕτω καὶ «ὁ νόμος καὶ οἱ προφῆται ἄχρις Ἰωάννου»· Ἰωάννου δὲ κηρύξαντος φωνὴν ἐν τῇ ἐρήμῳ καὶ δείξαντος ὅτι «οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», οὐκέτι προφητῶν ἐστι χρεία, ὅπως ἔλθωσι καὶ κηρύξωσιν ἡμῖν τὴν τοῦ Χριστοῦ ἀπὸ παρθένου παρουσίαν. χρεία δὲ τῶν προκαταγγειλάντων αὐτοῦ τὴν παρουσίαν, πρὸς βεβαίωσιν τῆς αὐτοῦ παρουσίας, ὅτι προκατήγγελτο. 3.117 ὡς γὰρ εἴ τις παιδαγωγὸν ἔχοι, καθάπερ καὶ ὁ ἀπόστολος λέγει ὅτι «παιδαγωγὸς ἡμῶν γέγονεν ὁ νόμος εἰς τὴν τοῦ κυρίου παρουσίαν», ἐπὰν δὲ φθάσῃ ἐφ' ἡλικίας γενέσθαι καὶ καταλάβοι τὸν διδάσκαλον, οὐ πάντως ἀποβάλλεται τὸν παιδαγωγὸν ὡς ἐχθρὸν ὑπάρχοντα. οὕτω καὶ ἡμεῖς καθωδηγήθημεν ἐν νόμῳ καὶ ἐν προφήταις ἕως τῆς παρουσίας τοῦ διδασκάλου· εὑρόντες δὲ τὸν διδάσκαλον οὐκ ἀτιμάζομεν τὸν παιδαγωγόν, ἀλλὰ καὶ χάριν αὐτῷ ὁμολογοῦμεν, ὅτι τὴν ἡμῶν νηπιότητα καθοδηγήσας εἰς τὰ ἐντελέστερα ἡμᾶς μαθήματα προεπέμψατο. ἢ καθὼς ἐάν τις μέλλων πλεῖν ἐν θαλάσσῃ ἔχοι μεγάλην τὴν ναῦν, ἐν ἀκατίῳ δὲ μικρῷ ἐπέλθοι τὸ σάλος τὸ παρὰ τὴν ὄχθην τῆς θαλάσσης καὶ διενέγκῃ τὸ ἀκάτιον εἰς τὴν μεγάλην ναῦν τὸν ἄνθρωπον, οὐ πάντως ὁ ἄνθρωπος βυθίζει τὸ ἀκάτιον, ἐπειδὴ εὗρε τὴν μεγάλην ναῦν, ἀλλὰ μετὰ τοῦ χάριν ἔχειν τῷ ἀκατίῳ καταλαμβάνει τὸ μειζότερον τῆς αὐτοῦ σωτηρίας πλοῖον. ἢ καὶ ἑτέρως ἵνα εἴπωμεν, ὡς ἐάν τις ἐκβληθῇ ὑπὸ μητρὸς γεννησάσης, ληφθεὶς δὲ ὑπό τινος τοῦ τυχόντος καὶ ἀνατραφεὶς χρόνῳ, εἰσύστερον ἀνδρωθέντος αὐτοῦ ἐπιγνῷ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν κατὰ φύσιν, ἔχοι δὲ ὁ τοιοῦτος σύνεσιν, μὴ ἐπειδὴ ἐπέγνω τὸν ἑαυτοῦ πατέρα καὶ ἐπιλαμβάνεται τῆς ἰδίας κληρονομίας, παρὰ τοῦτο ἀτιμάζει τὸν ἀναθρέψαντα; οὐ πολλῷ μᾶλλον χάριν ἕξει τῷ ἀναθρέψαντι, ὅτι οὐκ εἴασεν αὐτὸν εἰς θάνατον παραδοθῆναι; οὕτω καὶ ἡμεῖς χάριν ἔχομεν θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας, καὶ χάριν ἔχομεν αὐτῷ τῷ καταξιώσαντι ἡμᾶς τῆς τοῦ υἱοῦ αὐτοῦ καινῆς διαθήκης. 76. Φησὶ δὲ ὁ αὐτὸς Μάνης εἶναι ἡμᾶς μορφὰς ἀρχόντων, καὶ ὑπὸ τῶν ἀρχόντων γεγονότας, αὐτοῖς δὲ εἰς κατάβρωμα καταβεβλημένους. πολλὴ δὲ ἀγνωσία ἐν τοῖς τοιούτοις λόγοις. ὁρῶμεν γὰρ οὐχ οὕτως τὰ πράγματα συμβαίνοντα. πᾶν γὰρ ὁτιοῦν ἐπὶ τῆς γῆς, κἄν τε τῶν φαυλοτέρων καὶ ἀγριωτέρων θηρίων ὑπάρχοι, οὐ τῇ ἰδίᾳ μορφῇ ἐπέρχεται, ἀλλὰ ταῖς ἄλλαις, ὡς οἷον εἰπεῖν, λέοντες λέοντας οὐκ ἐσθίουσι, διὰ τὸ 3.118 ἴδιον ἐκτύπωμα καὶ ὁμόστοιχον, ἀλλὰ λιμοῦ μεγάλης πιεζούσης ἐν τοῖς ὄρεσι τοὺς θῆρας καὶ ἐπὶ πολλῷ χρόνῳ αὐτῶν μὴ εὑρισκόντων τροφὴν ἤτοι διὰ χιόνα ἢ δι' ἑτέραν ἔνδειαν, ἀναστρέφουσιν ἐν τοῖς φωλεοῖς καὶ χηραμοῖς αὐτῶν *, λέοντες ἅμα σκύμνοις ὑπάρχοντες καὶ ἅμα λεαίναις. καὶ οὐκ ἐπέρχεται θὴρ θηρίῳ, οὐ λύκος λύκῳ, εἰ μή τι ἂν εἰς μανίαν ἔλθοι τὸ ζῷον καὶ λυσσῆσαν ἀγνοεῖ ὃ πράττει. εἰ τοίνυν λύκος λύκον οὐκ ἐσθίει διὰ τὴν ὁμόστοιχον μορφήν, πῶς δύνανται οἱ ἄρχοντες ἡμᾶς ἐσθίειν, εἰ τῆς αὐτῆς ὑπάρχομεν μορφῆς, καὶ οὐ μᾶλλον θωπεύουσιν, ἵνα δόξωσι τὰς ἰδίας αὐτῶν μορφὰς περιποιεῖσθαι; καὶ πανταχόθεν ἐλέγχονται τοῦ ἀγύρτου οἱ λόγοι. 77. Εἶτα πάλιν ἀπὸ τοῦ εὐαγγελίου ἐπιλαμβάνεται, ὅτι «οὐ πάντες χωροῦσι τὴν αὐτοῦ διδασκαλίαν, ἀλλ' οἷς δέδοται». καὶ οὐκ ἦν ὁ λόγος περὶ διδασκαλίας ἐνταῦθα τῷ σωτῆρι, ἀλλὰ περὶ εὐνούχων. εἰ δὲ περὶ τῆς αὐτοῦ διδασκαλίας πληροῦται τὸ «οὐ πάντες χωροῦσιν» ἐνταῦθα τῷ σωτῆρι, ἄρα ἐὰν οὐ χωρήσωσι, κατὰ τὴν ἰδίαν γνώμην οὐ χωροῦσιν.