391
ἐπαινετοὶ οὖν ἤτοι ψεκτοὶ οὗτοι ἐπὶ τῷ αὐτεξουσίῳ κληθήσονται, καὶ οὐκέτι κατὰ φύσιν ἔσται τὸ χώρημα· ἐπεὶ τί ἂν ὠφελήσειε τὴν αὐτοῦ καταγγέλλων διδασκαλίαν; ἐξέπεσε δὲ πανταχόθεν αὐτοῦ ὁ λόγος· οὔτε γὰρ διὰ διδασκαλίαν ὁ σωτὴρ τὸν λόγον ἀπεφήνατο, ἀλλὰ δι' εὐνουχισμόν· κἄν τε διὰ διδασκαλίαν εἴποι, οὐκέτι σταθήσεται τοῦ Μάνη ὁ λόγος. φησὶ δὲ ὁ αὐτὸς Μάνης· ᾔδειν τοὺς ἡμετέρους· «καὶ γὰρ τὰ ἐμὰ πρόβατα γινώσκει με καὶ γινώσκω τὰ ἐμὰ πρόβατα». ἐν ἅπασι δὲ ψεύδεται· βουλόμενος γὰρ θωπείᾳ ἁρπάσαι ψυχὰς κατὰ τῶν τότε παρόντων ἐν τῇ συζητήσει τοῦτον ἐξεῖπε τὸν λόγον, ὑποσπείρων δέλεαρ ὡς εἰπεῖν, ἵνα διὰ τῆς κολακείας δόξωσιν αὐτῷ συνάπτεσθαι· ἵνα ὅταν συναφθῶσιν ἄρξηται κομπάζειν καὶ λέγειν εἰδέναι αὐτοὺς πρὶν ἢ τὴν ἄφιξιν πρὸς αὐτὸν ποιήσονται. γέγονε δὲ αὐτῷ ὡς ὁ τῶν Ἑλλήνων μῦθος κατὰ τὸν Ἀπόλλωνα τὸν μάντιν, μαντευόμενον τοῖς ἄλλοις, ἑαυτῷ δὲ μὴ δυνάμενον μαντεύεσθαι, ἀλλὰ ἐκπεπτωκότα αὐτὸν τοῦ μαντείου, 3.119 ἐρῶντα τῆς ∆άφνης καὶ ἐκπεπτωκότα αὐτῆς διὰ σωφροσύνην· οὕτω καὶ οὗτος ὁ Μάνης ἐμαντεύετο μὲν εἰδέναι τοὺς ἰδίους, φύσει δὲ διὰ Μάρκελλον ἧκεν ὑποχείριον αὐτὸν ληψόμενος. διέπεσε δὲ τὸ αὐτοῦ μαντεῖον. οὔτε γὰρ αὐτῷ Μάρκελλος ἐπείσθη οὐδέ τις ἕτερος κατ' ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων. 78. Εἶτα ἔφη ὅτι τὰ παλαιὰ ἔτη οὐδεὶς ἐσώθη, ἀλλὰ ἀπὸ τοῦ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος ἄχρι τῶν αὐτοῦ χρόνων· Πρόβος δὲ ἦν ὁ κατ' ἐκεῖνο καιροῦ βασιλεὺς καὶ Αὐρηλιανὸς ὁ πρὸ αὐτοῦ, ὅτε οὗτος ὁ Μάνης ἐνεδήμει. καὶ ἐν τούτῳ πάλιν ἐλέγχεται πάντῃ, τοῦ εὐαγγελίου λέγοντος καὶ τῶν ἀποστολικῶν ῥημάτων περὶ τῶν ἤδη πρότερον σεσωσμένων. ὡσαύτως ὁ κύριος λέγει «ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δικαίου ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου μέχρις αἵματος Ζαχαρίου τοῦ ἐκκεχυμένου ἀνὰ μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου». πόθεν οὖν δίκαιος Ἄβελ, πόθεν Ζαχαρίας, εἰ μὴ ὅτι ἦν ἤδη ἡ σωτηρία καὶ ὅτι ἐσώθησαν ἤδη διὰ νόμου καὶ προφητῶν; * φησιν «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως», ὅπως γνῷς ὅτι ἐν Μωυσῇ ἀνεκόπη ὁ θάνατος, οὐ παντάπασιν ἀφανισθείς. ἀπεξεδέχετο γὰρ τὸν «τελειωτὴν» πάντων «Ἰησοῦν», ἵνα ὅταν ἑαυτὸν παραδῴη ὑπὲρ τῆς ἀνθρωπότητος, ὁ ἀθάνατος θανών, ὁ ἀκράτητος κρατητὸς γενόμενος, ἡ ζωὴ ἐν σαρκὶ τὸ παθεῖν ὑπομένων, καὶ κλάσῃ διὰ τοῦ θανάτου τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸ κέντρον τῆς ἁμαρτίας καὶ τὸν θάνατον· ὅτε λοιπὸν ἐπληροῦτο τὸ «ποῦ σου θάνατος τὸ κέντρον; ποῦ σου Ἅιδῃ τὸ νῖκος»; ἐκεῖ μὲν γὰρ ἐν Μωυσῇ ἀνετράπη ἐπισχεθεὶς ὁ θάνατος, βασιλεύσας ἄχρι Μωυσέως. καὶ πρῶτον μὲν δίκαιοι ἦσαν οἱ περὶ Ἄβελ καὶ Ἐνώχ, «ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον, 3.120 καὶ οὐχ ηὑρίσκετο». ἀλλὰ οὔπω ἦν ὁ ἔγγραπτος νόμος, ἀλλὰ ὁ κατὰ φύσιν ἐκ διανοίας καὶ ἐκ παραδόσεως, κατὰ διαδοχὴν πατέρων πρὸς τοὺς υἱούς. ὅτε δὲ τηλαυγῶς ἐξετέθη ὁ νόμος, ἐγένετο ὡς εἰπεῖν μάχαιρα διχάζουσα τὴν δύναμιν τῆς ἁμαρτίας· ὅτε δὲ ὁ σωτὴρ παρεγένετο, συνετρίβη τὸ κέντρον τοῦ θανάτου. καὶ πάλιν καταποθήσεται ὁ θάνατος εἰς νῖκος τότε *. καὶ ὅρα πῶς ἔσῳζεν ὁ θεὸς διὰ πολλῶν τρόπων, τὸ δὲ τέλειον τῆς σωτηρίας ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν γεγένηται καὶ γενήσεται, ὡς καὶ τὸ εὐαγγέλιον φάσκει ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». καὶ ποῖον, φησί, τὸ πλήρωμα; ἀλλ' «ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ ἐγένετο». ἐκεῖ μὲν ἐδόθη, ὧδε ἐγένετο. εἰ ἐκ πληρώματος αὐτοῦ ὁ νόμος, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ τοῦ Ἰησοῦ, παλαιὰ καὶ καινὴ διαθήκη * ἐν τῷ νόμῳ καὶ χάριτι καὶ ἀληθείᾳ. 79. Ἑτέρᾳ δὲ πάλιν λέξει κέχρηται ὁ αὐτὸς Μάνης φάσκων ὅτι «ὁ Χριστὸς ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». λεγέτω τοίνυν ποίοις ἀργυρίοις ἡ ἀγορασία γεγένηται, ποῖον τὸ τίμημα ὃ δέδοται, ἵνα ἡμᾶς ἀγοράσῃ. οὐ γὰρ εἶπεν ὅτι