392
«ἠγόρασεν», ἀλλ' «ἐξηγόρασεν». ἀλλὰ τὴν μὲν ἀγορασίαν ἐπίσταται, τὸ δὲ τίμημα ἀγνοεῖ· ἡ δὲ ἀλήθεια τὰ ἀμφότερα ὁμολογεῖ. ἐξηγόρασε γὰρ ἡμᾶς καὶ ἠγόρασεν ἀληθῶς «ἀπὸ κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». καὶ πῶς ἠγόρασεν ἡμᾶς, εὐθὺς ἐπιφέρει ὁ διδάσκαλος τῆς ἐκκλησίας φάσκων ὅτι «τιμῆς ἠγοράσθητε», «τιμίῳ αἵματι ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». εἰ τοίνυν τῷ αἵματι ἠγοράσθημεν, οὐχ 3.121 ὑπάρχεις τῶν ἠγορασμένων, ὦ Μάνη, ἐπειδὴ τὸ αἷμα ἀρνῆσαι. πόθεν δὲ ἡμᾶς ἠγόρασε; λέγε. ἀλλοτρίους ὄντας ὠνήσατο; ἄρα ἠπόρησεν ὁ πρότερον ἡμῶν δεσπότης καὶ ἐπιδεόμενος τοῦ ἡμῶν τιμήματος, λαβὼν ἀπέδοτο ἡμᾶς Χριστῷ; καὶ εἰ ἀπεδόθημεν Χριστῷ οὐκέτι ἐσμὲν τοῦ προτέρου. εἰ τοίνυν ὁ πρότερος οὐκέτι ἡμᾶς κέκτηται, ἄρα τῆς αὐτοῦ περιουσίας ἔξω ἐγένετο καὶ ἐν τοῖς ἰδίοις τόποις οὐκ ἔχει ἐξουσίαν. πῶς οὖν «ἐνεργεῖται ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», κατὰ τὸ γεγραμμένον; ἀλλ' οὔτε πῶς ἠγόρασεν οὔτε πῶς ἠγοράσθημεν οὔτε πῶς κατάρα ὑπὲρ ἡμῶν γέγονε, νοεῖ ὁ κατὰ πάντα μανείς, ἀνοίξας αὐτοῦ τὸ στόμα καὶ μὴ δυνάμενος «περὶ ὧν λέγει διαβεβαιοῦσθαι». ἰδοὺ γὰρ αὐτοὺς ὁρῶμεν λέγοντας ἐν τῇ παλιγγενεσίᾳ τῆς αὐτοῦ παρουσίας καὶ κράζοντας, «ἐν τῷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν». «καὶ ἐρεῖ πρὸς αὐτούς· ἀπέλθετε ἀπ' ἐμοῦ κεκατηραμένοι, οὔπω ἔγνων ὑμᾶς». πῶς οὖν αὐτὸν ὁμολογοῦσι, καὶ αὐτὸς αὐτοὺς καταρᾶται; τί δὲ ἦν ἡ κατάρα τοῦ νόμου; ἀλλὰ κατάρα τοῦ νόμου σταυρὸς διὰ τὰς ἁμαρτίας. ἐὰν γάρ τις καταληφθῇ ἐν παραπτώματι, ἔλεγεν ὁ νόμος «καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου· οὐ μὴ δύνῃ ὁ ἥλιος ἐπ' αὐτῷ ἐπὶ τῷ θνησιμαίῳ αὐτοῦ, ἀλλὰ καθελόντες καθελεῖτέ τε αὐτὸν καὶ θάψαντες θάψατε αὐτὸν πρὸ δύσεως τοῦ ἡλίου, ὅτι ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ τοῦ ξύλου». ἐπεὶ οὖν διὰ τὴν σταύρωσιν ἡ κατάρα προσετέτακτο, ἐλθὼν δὲ αὐτὸς «τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ ξύλου», «ὑπὲρ ἡμῶν ἑαυτὸν δεδωκώς», τὸ αἷμα αὐτοῦ ἡμᾶς ἠγόρασε, τὸ σῶμα αὐτοῦ ἡμῶν τὰς κατάρας ἔλυσε, τουτέστι λύσας τὰς ἁμαρτίας διὰ τῆς τοῦ σταυροῦ μετανοίας καὶ τῆς αὐτοῦ παρουσίας. οὔτε οὖν ὁ νόμος κατάρα μὴ γένοιτο, οὔτε τὸ εὐαγγέλιον ἔλαβε τὴν κατάραν οὔτε ὁ κύριος, ἀλλὰ διὰ τῆς προφάσεως τοῦ αὐτοῦ θανάτου λέλυται ὁ θάνατος ὁ κατὰ τῆς ἁμαρτίας. 80. Εἶτά φησιν ὅτι ὁ νόμος «διακονία ἦν τοῦ θανάτου». ἤδη δὲ περὶ τούτου πολλὰ εἴπομεν, ὅτι οὐκ αὐτὸς ἦν διάκονος θανάτου. οὔτε γὰρ ἔλεγε φονεύειν, ἀλλ' ἐκέλευσε λέγων «μὴ φονεύσῃς». ἐπειδὴ δὲ ἐφόνευσε τὸν φονεύοντα, ἵνα ἀναιρεθῇ διὰ τοῦ ἑνὸς τοῦ φονευθέντος ἡ τοῦ φόνου ἐνέργεια καὶ δι' ἕνα φοβηθέντες πολλοὶ κατάσχωσι τὴν ἀδικίαν τοῦ μηκέτι φονεύειν, ἡ διακονία ἦν θανάτου, οὐχ ἵνα θάνατον διακονήσῃ, ἀλλ' ἵνα θάνατον τῷ φονευτῇ ἐργάσηται, ἵνα μηκέτι φονευταὶ 3.122 πολλοὶ γίνωνται. ἐλθὼν δὲ ὁ σωτήρ, ἐπειδὴ λοιπὸν ἐσωφρόνισεν ὁ παιδαγωγὸς τὸ πλεῖστον τοῦ χρόνου, τὰ ἐντελέστερα μαθήματα δεικνὺς μετὰ τῆς συμφωνίας τοῦ νόμου, τοῦ μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, ἔφη ὅτι «τῷ ῥαπίζοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην», ἵνα ζωῆς γένηται ἡ διακονία, ἀναιρουμένου παντάπασι τοῦ φόνου. ὁ γὰρ τυπτόμενος τὴν σιαγόνα παροξυσμὸν οὐκ ἐργάζεται φόνου, ἀλλὰ λύει τὴν χεῖρα τοῦ φονευτοῦ, τῇ ταπεινοφροσύνῃ θωπεύων τὴν ἐν αὐτῷ κακίαν. καὶ οὕτως πάντα συμφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη. 81. Εἶτα πάλιν ἐπιλαμβάνεται, ἵνα παρεισενέγκῃ δύο προσώπων ἀγωγὴν πρὸς σύστασιν τῆς παρ' αὐτῷ λεγομένης δυάδος, τῶν τε δύο φύσεων ἀρχῶν τε ἀνάρχων καὶ ῥιζῶν περὶ ὧν ἤδη πρότερον εἰρήκαμεν, τὰ ὅμοια βουλόμενος λέγειν ἐπὶ διαιρέσει τῶν πραγμάτων, διαιρεῖν οὕτως τολμῶν οὐκ αἰδεῖται λέγων ὅτι ἡ παλαιὰ εἶπεν «ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον»· ἡ δὲ καινὴ διαθήκη λέγει «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». ἀλλ' οὐκ οἶδεν ὅτι καὶ ἡ παλαιὰ πάλιν λέγει