393
«πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε». καὶ ἡ καινὴ διαθήκη ἐπὶ τὸ αὐτὸ συμφωνεῖ, μακαρίζουσα μὲν τοὺς πτωχοὺς φύσει πτωχούς, ἄλλοτε δὲ τοὺς πτωχοὺς τῷ πνεύματι, ἵνα τὰ ἀμφότερα ἐξισχύσῃ· ἵνα καὶ καυχώμενοι οἱ περὶ Πέτρον δείξωσι τὴν ἀληθινὴν πτωχείαν, ὅτι «ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἀνάστα καὶ περιπάτει»· ἵνα φύσει τὸν μακαρισμὸν τῶν πτωχῶν σημάνῃ μὴ ἀντίθετον ὑπάρχοντα πρὸς τὸν μακαρισμὸν τῶν πτωχῶν κατὰ πνεῦμα, οἵτινες μέν εἰσι κεκτημένοι τινὰ μετὰ δικαιοσύνης, πτωχοὶ δέ εἰσι ταπεινοφρονοῦντες· περὶ ὧν ἔλεγεν «ἐπείνασα καὶ ἐδώ3.123 κατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς. εἶτα φράζει λέγων ὅτι «οὗτοι ἐποίησαν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς»· καὶ θεωρεῖς ἓν καὶ τὸ αὐτὸ πνεῦμα, ἐν παλαιᾷ πτωχὸν δεικνύον καὶ πλούσιον, ἅμα καὶ ἐν καινῇ διαθήκῃ τὸ αὐτό, ὡς καὶ ὁ σωτὴρ ἐπαινεῖ τὰ ἀμφότερα προσέχων γὰρ τῷ γαζοφυλακίῳ εἶδε τοὺς βάλλοντας εἰς τὸν κορβωνᾶν, καὶ οὐκ ἀπηγόρευσε πλουσίων τὰ δόματα, ἐπῄνεσε δὲ καὶ τὴν τὰ δύο λεπτὰ βεβληκυῖαν χήραν, διὰ τὴν προειρημένην πτωχείαν, ἵνα πληρωθῇ τὸ γεγραμμένον «πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε». καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὸ αὐτό ἐστι πνεῦμα παλαιᾶς τε καὶ καινῆς διαθήκης, ὅρα τὸν ἀπόστολον λέγοντα περὶ ἀρχαίων προφητῶν «ἐπιλείψει μοι ὁ χρόνος διηγουμένῳ περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, ∆αυὶδ καὶ λοιπῶν προφητῶν», «οἵτινες περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι στενοχωρούμενοι θλιβόμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». εὑρήκαμεν γὰρ καὶ Ἠσαΐαν ἐνδεδυμένον σάκκον καὶ Ἠλίαν ὡσαύτως. καὶ ὁρᾷς πῶς μακαρίζονται ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ οἱ πτωχοὶ δι' εὐσέβειαν καὶ μακαρίζονται πλούσιοι διὰ δικαιοσύνην; 82. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· ἡ παλαιὰ διαθήκη, φησί, κελεύει σαββατίζειν, καὶ εἴ τις οὐκ ἐσαββάτισε, λίθοις κατελιθοβολεῖτο, ὡς καὶ φορτίον ξύλων τις συλλέξας θανάτῳ παρεδόθη. ἡ δὲ καινὴ διαθήκη, τουτέστιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔφη ὅτι «ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται», καὶ ἐν τῷ σαββάτῳ ἔτιλλον στάχυας οἱ μαθηταὶ καὶ ἐν τῷ σαββάτῳ ἐθεράπευσε. καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ «ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, ἔλεγε». καὶ 3.124 ὦ πολλῆς ἀγνωσίας. οὐδὲν γὰρ χειρότερον τῆς ἀπειρίας· πολλοὺς γὰρ ἐτύφλωσεν ἡ ἀγνωσία. πότε γὰρ τὸ σάββατον ἐπὶ ἀγαθῇ προφάσει οὐ λέλυται; πότε δὲ οὐκ ἐδεσμεύθη ἀπὸ πονηρίας οὐ μόνον τὸ σάββατον, ἀλλὰ πᾶσα ἡμέρα; Ἰησοῦς γὰρ ὁ τοῦ Ναυῆ, ὁ διάδοχος Μωυσέως, ὁ ἐν προφήταις κατηριθμημένος, ὁ ἐκλεκτὸς παρὰ θεῷ, ὁ δι' εὐχῆς κατασχὼν τὸν ἥλιον καὶ τὴν σελήνην, ὡς ἔφη «στήτω ὁ ἥλιος κατὰ Γαβαών, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰαλών», εὐθὺς εὑρίσκεται τὸ σάββατον λύων ἐπὶ ἀγαθοεργίᾳ. ἐπὶ ἑπτὰ ἡμέραις γὰρ κυκλοῖ τὰ τείχη Ἱεριχῶ ὁ Ἰησοῦς· ὁπότε οὐκ ἐξῆν βαδίζειν ἐν σάββασιν ὑπὲρ τὸ μέτρον τῶν ἓξ σταδίων τῶν ὡρισμένων. τὸ δὲ περίμετρον τῆς Ἱεριχῶ ὑπὲρ σταδίους εἴκοσι τυγχάνει. ἐπὶ ἑπτὰ δὲ ἡμέραις κυκλωσάντων αὐτῶν πάντως ὅτι ὑπέπιπτε τὸ σάββατον ἐν μιᾷ τῶν ἡμερῶν. ἦν δὲ τοῦτο πρόσταγμα θεοῦ, ἵνα δείξῃ αὐτοῦ τὸ θέλημα τῆς θαυματουργίας. οὔτε γὰρ μηχαναὶ οὔτε μάγγανα ἦν, οὐ κριοί, οὐχ ἑλεπόλεις, ἀλλὰ μόνῃ φωνῇ σάλπιγγος κερατίνης καὶ εὐχῇ δικαίου ἐκλίθησαν καταπεσόντα τὰ τείχη τῶν ὑπεναντίων. ἔδει γὰρ αὐτοὺς τιμωρηθῆναι, ἐπειδὴ ἐπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων. 83. ∆ικαστὴς γὰρ ἦν ὁ νόμος κατὰ τῆς ἀδικίας καὶ ἑκάστῳ ἀπεδίδου κατὰ τὰ ἴδια ἔργα· καὶ ἐπειδὴ ἐν ἁμαρτίαις ἐτύγχανον οἱ Ἀμορραῖοι, ἐν παραβάσει γεγονότες καὶ ἀρνησάμενοι τὸν ὅρκον ὃν ὤμοσαν, ὡς καὶ ἤδη ἄλλῃ πού μοι εἴρηται, οὐδὲν δὲ λυπήσει καὶ ἐνταῦθα τὰ αὐτὰ παραθέσθαι. ταῦτα γάρ ἐστι τὰ πρόχειρα τῆς τοῦ Μάνη δεινότητος,