394
ὅτι «καλὸς ὁ θεὸς τοῦ νόμου, ὃς ἐσκύλευσε μὲν τοὺς Αἰγυπτίους, ἐξέβαλε δὲ Ἀμορραίους καὶ Γεργεσαίους καὶ τὰ ἄλλα ἔθνη, καὶ ἔδωκε τὴν γῆν αὐτῶν τοῖς υἱοῖς Ἰσραήλ· ὁ λέγων "3μὴ ἐπιθυμήσῃς"3 πῶς ἔδωκεν αὐτοῖς τὰ ἀλλότρια». καὶ οὐκ οἶδεν ὁ ἰδιώτης ὅτι τὴν ἰδίαν γῆν ἀπείληφαν διηρπασμένην ἀπ' αὐτῶν καὶ ἐξεδικήθη τὰ μεταξὺ ἀλλήλων γινόμενα ἐν ὅρῳ ἀληθείας καὶ ὅρκῳ. Νῶε γάρ, σωθεὶς ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἡ αὐτοῦ σύμβιος σὺν τοῖς τρισὶν υἱοῖς αὐτοῦ καὶ τρισὶ νύμφαις, μόνος διαιρῶν τὸν πάντα κόσμον, τοῖς τρισὶν υἱοῖς αὐτοῦ, τῷ Σὴμ καὶ Χὰμ 3.125 καὶ Ἰάφεθ, διεῖλε βαλὼν τοὺς κλήρους ἐν Ῥινοκορούροις, ὡς καὶ ἡ ἀκολουθία ἔχει, καὶ οὐδὲν κενόφωνον οὐδὲ παραπεποιημένον. Ῥινοκόρουρα γὰρ ἑρμηνεύεται Νέελ, καὶ οὕτω φύσει οἱ ἐπιχώριοι αὐτὴν καλοῦσιν· ἀπὸ δὲ τῆς Ἑβραΐδος ἑρμηνεύεται κλῆροι, ἐπειδήπερ ὁ Νῶε ἐκεῖ ἔβαλε τοὺς κλήρους τοῖς τρισὶν υἱοῖς αὐτοῦ. καὶ τῷ μὲν Χὰμ ὑπέπεσεν ὁ κλῆρος ἀπὸ Ῥινοκορούρων ἄχρι Γαδείρων, Αἴγυπτον ἔχων καὶ Μάρειαν λίμνην καὶ Ἄμμωνα, Λιβύην τε καὶ Μαρμαρίδα, Πεντάπολιν, Μακάτην Μακρόνην τε καὶ Λεπτιμάγνην Σύρτιν Μαυριτανίαν, ἄχρι τῶν Ἡρακλεωτικῶν στηλῶν λεγομένων καὶ τῆς ἔσω Γαδείρων. ταῦτα τὰ πρὸς νότον. ἀπὸ δὲ Ῥινοκορούρων τὰ πρὸς ἀνατολήν, τήν τε Ἰδουμαίαν καὶ Μαδιανῖτιν, τήν τε Ἀλαβαστρῖτιν καὶ Ὁμηρῖτιν καὶ Ἀξωμῖτιν καὶ Βουγαίαν 3.126 καὶ ∆ίβαν, ἄχρι τῆς τῶν Βάκτρων χώρας. ὁ δὲ αὐτὸς κλῆρος διορίζει ἀνὰ μέσον τοῦ Σὴμ τὰ πρὸς ἀνατολήν. τῷ δὲ Σὴμ ὑπέπεσεν ὁ κλῆρος πρὸς πλάτος, ἡ Παλαιστίνη καὶ Φοινίκη καὶ Κοίλη, Κομμαγηνή, Κιλικία, Καππαδοκία, Γαλατία, Παφλαγονία, Θρᾴκη, Εὐρώπη, Ῥοδόπη, Λαζία, Ἰβηρία, Κασπία, Καρδυαία ἄχρι τῆς Μηδίας πρὸς βορρᾶν. ἐντεῦθεν οὗτος ὁ κλῆρος διορίζει τὸν Ἰάφεθ τὰ πρὸς βορρᾶν. πρὸς δὲ τὴν δύσιν ὑπέπεσεν τῷ Ἰάφεθ ὁ κλῆρος ἀπὸ τῆς Εὐρώπης ἄχρι τῆς Ἱσπανίας καὶ Βρεττανίας, Θρᾴκη, Εὐρώπη, Ῥοδόπη ἐκεῖθέν τε τὰ παρακείμενα ἔθνη. Ἔνητες καὶ ∆αύνειςἸάπυγες Καλαβροὶ Λατῖνοι Ὀππικοὶ Μάγαρδες ἕως διακατοχῆς τῆς Σπανίας καὶ τῆς Γαλλίας, τῆς τε τῶν Σκόττων καὶ Φράγγων ἄνω χώρας. 84. Ὅτε οὖν οὕτως διῃρέθησαν οἱ κλῆροι, συγκαλεσάμενος Νῶε τοὺς τρεῖς υἱοὺς ὥρισεν αὐτοῖς ὅρκῳ, ἵνα μηδεὶς ἐπιβῇ τῷ κλήρῳ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πλεονεκτήσῃ τὸν ἀδελφὸν αὐτοῦ. Χαναὰν δὲ πλεονέκτης ὤν, ὁ υἱὸς τοῦ Χάμ, ἐπῆλθε τῇ Παλαιστινῶν γῇ καὶ κατέσχεν αὐτὴν καὶ ἐπεκλήθη ἡ γῆ Χαναάν, διότι ἐν αὐτῇ κατῴκησε, καταλείψας τὸν ἴδιον κλῆρον διὰ τὸ δοκεῖν εἶναι καυματινόν. καὶ καθίσας ἐν τῇ γῇ τοῦ Σήμ, τῇ νῦν καλουμένῃ Ἰουδαίᾳ, ἐγέννησε τοὺς υἱοὺς τούτους, τόν τε Ἀμορραῖον καὶ Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Ἰεβουσαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ Χετταῖον καὶ Ἀσεναῖον καὶ Σαμαραῖον καὶ Σιδώνιον καὶ Φιλιστιαῖον. διὰ τοῦτο καὶ ὁ κύριος λέγει ἐν τῷ νόμῳ, δεικνὺς ὅτι αἱ ἁμαρτίαι αὐτῶν ἐν τῷ ὅρκῳ ἐπληροῦντο, ὡς λέγει «οὔπω ἐπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων». διὰ τοῦτο παρέμειναν ἐν τῷ ὄρει 3.127 χρονοτριβούμενοι ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐτοκατακρίτους ἑαυτοὺς ποιήσωσι καὶ ἐπέλθωσι πρὸς πόλεμον τοῖς υἱοῖς τοῦ Σὴμ τοῖς ἠδικημένοις, Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σαλᾶ, Σαλᾶ τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ το Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰουτὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμιδάβ, Ἀμιναδὰβ τὸν Ναασσών. ἐν χρόνοις Ναασσὼν τοῦ φυλάρχου τοῦ Ἰούδα καὶ ἐν χρόνοις Ἰησοῦ τοῦ Ναυῆ ἔλαβον οἱ υἱοὶ τοῦ Σὴμ τὴν ἰδίαν γῆν, μηδεμιᾶς ἀδικίας ἐν μέσῳ ὑπαρχούσης, ἀλλὰ δικαιοκρισίας. ἔπεσεν οὖν τὰ τείχη Ἰεριχῶ αὐτόματα· ἡ γὰρ δικαιοσύνη ἐκδικεῖ τὴν ἀδικίαν. ἐν ἑπτὰ ἡμέραις περιεκύκλουν τὰ τείχη καὶ ἐλύετο τὸ σάββατον, ἵνα πληρωθῇ ἡ δικαιοσύνη. 85. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ ἑπτὰ λύχνους ἔσχεν ἡ λυχνία τοῦ ἁγιάσματος ἐν τῇ σκηνῇ τοῦ